προσφατες αναρτησεις

Πέμπτη, 25 Ιουνίου 2015

Πνευματικοί Λόγοι: Μνήμη της Οσίας Φεβρωνίας (25 Ιουνίου)



Αρνούμενη τις δελεαστικές υποσχέσεις του έπαρχου Λυσίμαχου, που ήθελε να την κάνει σύζυγό του και τις απειλές και τα βασανιστήρια που ακολούθησαν, έμεινε μέχρι τέλους πιστή στον Χριστό, αντλώντας θάρρος και δύναμη από το Πανάγιο Πνεύμα. Τελικά δέχτηκε μαρτυρικό θάνατο με ξίφος παραδίδοντας τη ψυχή της στον Κύριο Ιησού Χριστό.


Πνευματικοί Λόγοι: Μνήμη της Οσίας Φεβρωνίας (25 Ιουνίου): Η αγία μας Εκκλησία τιμά σήμερα τη μνήμη της οσίας Φεβρωνίας και του αγίου μάρτυρα Ορεντίου καθώς και των έξι αδελφών του, που ήσαν στρατι...

Δευτέρα, 15 Ιουνίου 2015

Χαιρετισμοι της Θεοτοκου

ΣΤΑΣΙΣ Α'
γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ Χαῖρε (γ') καὶ σὺν τὴ ἀσωμάτω φωνή, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.
Χαῖρε, δι' ἦς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἦς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις,
χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς,
χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοίς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἦς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἦς βρεφουργεῖται Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῶ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα.
Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα: Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοί. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω,
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ' ἦς κατέβη ὁ Θεός,
χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,
Χαῖρε, τὸ Φῶς ἀρρήτως γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.
χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νὕμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τὴ Ἀπειρογάμω. καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοὶς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως. Ἀλληλούϊα.
Ἀλληλούϊα.

χουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,
χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθῶν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. Ἀλληλούϊα.
Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Β'
κουσαν οἱ ποιμένες των Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας Βοσκηθέντα, ἦν ὑμνοῦντες εἶπον,
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρὼν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῆ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοίς.
Χαῖρε, των Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, των ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν της πίστεως ἔρεισμα,
χαῖρε, λαμπρόν της χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλη, καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες, Ἀλληλούϊα.
Ἀλληλούϊα.

δον παῖδες Χαλδαίων, ἐν χερσί της Παρθένου, τὸν πλάσαντα χειρί τους ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένη,
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, της ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, της   Τριάδος τους μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα της ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ της βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἡ του βορβόρου ῥυομένη των ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονόντες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν. Ἀλληλούϊα.
Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας του ψεύδους τὸ σκότος, τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον,
Χαῖρε, ἀνόρθωσις των ἀνθρώπων,
χαῖρε, κατάπωσις των δαιμόνων.
Χαῖρε, της ἀπάτης τὴν πλάνην πατήσασα,
χαῖρε, των εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοῆτον,
χαῖρε, πέτρα ἡ ποτίσασα τους διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τους ἐν σκότει,
χαῖρε, σκέπη του κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφή του μάννα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ Γῆ της ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος του παρόντος αἰῶνος μεθίστασθαι του ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος, διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν, κράζων, Ἀλληλούϊα.
Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Γ'
Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες:
Χαῖρε, τὸ ἄνθος της ἀφθαρσίας,
χαῖρε, τὸ στέφος της ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, των Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὐ σκέπτοναι πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολή των γυμνῶν παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τους Αὐτῷ βοῶντας: Ἀλληλούϊα.
Ἀλληλούϊα.

λος ἦν ἐν τοῖς κάτω, καί των ἄνω οὐδόλως ἀπὴν ὁ ἀπερίγραπτος Λόγος; συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε; καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα:
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα;
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, των ἀπίστων ἀμφίβολον ἄκουσμα;
χαῖρε, των πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον του ἐπί των Χερουβείμ;
χαῖρε, οἴκημα πανάριστον του ἐπί των Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα;
χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις;
χαῖρε, δι' ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς της Χριστοῦ βασιλείας;
χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα της σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως; Ἀλληλούϊα.
Ἀλληλούϊα.

ήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε; ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν:
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα;
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ;
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ των μύθων ποιηταί.
Χαῖρε, των Ἀθηναίων τὰς πλοκὰς διασπῶσα;
χαῖρε, των ἀλιέων τὰς σαγῆνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα;
χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς των θελόντων σωθῆναι;
χαῖρε, λιμήν του βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ των ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος; ὁμοίω γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει; Ἀλληλούϊα.
Ἀλληλούϊα.

ΣΤΑΣΙΣ Δ'
Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας σοὶ προσφωνεῖν διδάξας.
Χαῖρε, ἡ στήλη τῆς παρθενίας.
χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως.
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς.
χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα.
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως.
χαῖρε, πιστοὺς Κυρίω ἁρμόζουσα,
Χαῖρε, καλὴ κουροτρόφε παρθένων.
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

μνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῶ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τὴ ψάμμω ὠδάς, ἂν προσφέρωμέν σοί, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὢν δέδωκας ἡμῖν, τοὶς σοὶ βοῶσιν, Ἀλληλούϊα.
Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοὶς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον, τὸ γὰρ ἄϋλον ἄπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ τιμωμένη ταῦτα.
Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χαῖρε, ὦς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα,
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
χαῖρε, ὅτι τὸν πολύρρητον, ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον,
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,
χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας.
χαῖρε, ζωὴ μυστικῆς εὐωχίας,
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι' ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως, Ἀλληλούϊα.
Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνούμέν σε πάντες, ὦς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τῇ σὴ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τὴ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας.
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.
χαῖρε, Ἁγία Ἁγίων μείζων,
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῶ Πνεύματι.
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.
χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,
Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.
χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἦς ἐγείρονται τρόπαια.
χαῖρε, δι' ἦς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (γ'), δεξαμένη τὴν νὺν προσφοράν, ἀπὸ πάσης ῥύσαι συμφορὰς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας, Ἀλληλούϊα.
Ἀλληλούϊα.


Ἦχος πλ. δ' Αὐτόμελον
Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.
 
Εἶτα ὁ Ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τὸ Κύριε, ἐλέησον, συνεχῶς).
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ευσταθιου, Αντιπα  ιερομοναχου καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γ' ).
Ελεησον Κυριε τους δουλους σου 
ΕΛΕΝΗ, ΧΡΥΣΗ , ΔΕΣΠΟΙΝΑ , ΔΕΣΠΟΙΝΑ , ΦΩΤΙΟ, ΧΡΥΣΟΥΛΑ, ΑΙΚΑΤΕΡΙΝΗ,
ΓΕΩΡΓΙΟ,ΕΥΔΟΞΙΑ ΜΕΤΑ ΤΩΝ ΟΙΚΟΓΕΝΕΙΩΝ ΑΥΤΩΝ,
ΘΩΜΑ, ΔΗΜΗΤΡΙΟ,ΣΤΥΛΙΑΝΟ,ΠΑΝΑΓΙΩΤΑ ,ΜΕΤΑ ΟΙΚΟΓΕΝΕΙΩΝ ,
ΜΙΣΟΥΝΤΑΣ ΚΑΙ ΑΓΑΠΩΝΤΑΣ ΗΜΑΣ, ΠΑΚΓΡΑΤΙΟ,
ΝΙΚΟΛΑΟ, ΠΑΝΑΓΙΩΤΗ(ΧΡΥΣΟΧΟΟΥ),ΒΑΣΙΛΕΙΟ,ΜΑΡΙΑ ,ΤΕΚΝΩΝ ΚΑΙ ΕΓΓΟΝΩΝ.ΠΑΝΑΡΕΤΟΥ ΙΕΡΟΜΟΝΑΧΟΥ.

ΑΝΑΠΑΥΣΕ  ΚΥΡΙΕ ΤΟΥΣ ΚΕΚΟΙΜΗΜΕΝΟΥΣ ΔΟΥΛΟΥΣ ΣΟΥ 
ΑΝΤΩΝΙΟ, ΕΥΔΟΞΙΑ, ΠΑΝΤΕΛΗ, ΝΙΚΟΛΑΟ, ΕΛΕΝΗ, ΓΕΩΡΓΙΟ, ΧΡΗΣΤΟ,ΑΝΑΣΤΑΣΙΑ, ΕΙΡΗΝΗ, ΕΥΣΕΒΙΑ ΜΟΝΑΧΗ, ΔΟΜΝΑ , ΣΟΥΛΤΑΝΑ, ΕΥΘΥΒΟΥΛΟ,ΒΑΣΙΛΙΚΗ, ΧΡΗΣΤΟ ΠΡΕΣΒΥΤΕΡΟ, ΚΩΝΣΤΑΝΤΙΝΟ(ΔΟΥΚΑ), ΦΑΝΗ.

Παρακληση Αγιων Ραφαηλ Νικολαου Ειρηνης

     


Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ’ ό το Θεός Κύριος και το εξής:

Ήχος δ’. Ο υψωθείς εν τω Σταυρώ.

Τη των μαρτύρων θαυμαστή προστασία, των εν Θερμή ημίν αρτίως φανέντων, από ψυχής προσπέσωμεν κραυγάζοντες. Ραφαήλ μακάριε, και Νικόλαε θείε, και Ειρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης και αναγκών και πάσης απειλής, τους τη πρεσβεία υμών καταφεύγοντας.

Δ ό ξ α Πατρί…,

Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου· διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

και νύν και αεί….
 

Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. ει μη γαρ συ προϊστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν έως νυν ελευθέρους; ουκ αποστώμεν, Δέσποινα εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.


Ο Ν’ ψαλμός

και ο κανών ου η ακροστιχίς.


‘’Σκέπη ημών εστέ Αθλοφόροι Γερασίμου’’.


Ω δ ή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Συνόντες Μαρτύρων θείοις χοροίς, Ραφαήλ παμμάκαρ, και Νικόλαε ιερέ, άμα συν Ειρήνη δυσωπείτε, πολυειδών ημάς ρύεσθαι θλίψεων.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Κευθμώνων ως ώφθη από της γης, το θείον σου σκήνος, αγιάζει τους ευσεβείς. αλλ’ ω Ραφαήλ θαυματοφόρε, αγιασμόν ημίν δίδου και λύτρωσιν.

Δ ό ξ α Πατρί…,

Εφάνησαν άνθη ως νοητά, υμών τα οστέα, ων η χάρις η μυστική, Νικόλαε άμα και Ειρήνη, την δυσωδίαν διώκει των θλίψεων.

και νύν. Θεοτοκίον.

Πηγή ευσπλαγχνίας της θεϊκής, βλύσον μοι Παρθένε, σωτηρίας τον γλυκασμόν. και λύσον πικρίαν της ψυχής μου, ήν των παθών μου το πλήθος ενέσταξε.

Ω δ ή γ’. Ουρανίας αψίδος.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Η πλουσία σου χάρις, παρά Θεού Άγιε, πάσι θαυμαστώς ενεργούσα, νέμει τα κρείττονα. διό τοις σπεύδουσιν, ω Ραφαήλ τη ση σκέπη, δίδου τα ιάματα, ψυχής και σώματος.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Ηθληκότες νομίμως, υπέρ Χριστού Μάρτυρες, πάσης ανομίας και βλάβης, του πολεμήτορος, ημάς λυτρώσασθε, συν Νικολάω Ειρήνη, ταις προς τον Οικτίρμονα υμών δεήσεσι.

Δ ό ξ α.

Μυστηρίων ενθέων, ως αληθώς έκβασις, γέγονεν υμών εν τω κόσμω, η αποκάλυψις, ω Ραφαήλ ιερέ, συν Νικολάω Ειρήνη. όθεν ημίν νείματε, φόβον τον ένθεον.

και νύν. Θεοτοκίον.

Ως περίδοξος θρόνος, και φωταυγές σκήνωμα, του παμβασιλέως της δόξης, και Παντοκράτορος, κόρη πανάμωμε, σκεύος φωτός αγνού βίου, την ψυχήν μου ποίησον, ως αν σωθήσωμαι.

Διάσωσον, ω Ραφαήλ και Νικόλαε και Ειρήνη, τους εν πίστει υμίν προστρέχοντας Άγιοι, από παντοίων κινδύνων και νοσημάτων.

Επίβλεψον εν ευμενεία πανυμνητε Θεοτοκε επι την εμην χαλεπην του σωματος κακωσιν και ιασαι της ψυχης μου το αλγος.


Αίτησις και το Κ ά θ ι σ μ α Ήχος β’.
Πρεσβεία θερμή.

Προστάται ημών, αρτίως ανεδείχθητε, και πάσι πιστοίς, φαινόμενοι παρέχετε, παραδόξως όψεσι, τα αιτήματα Άγιοι πάντοτε. δια τούτο υμνούμεν υμάς, σοφέ Ραφαήλ τε και Νικόλαε.

Ω δ ή δ’. Εισακήκοα Κύριε.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Νοσημάτων απάλλαξον, Πάτερ Ραφαήλ, και πάσης κακώσεως, αοράτω επισκέψει σου, τους το σον φωνούντας μέγα όνομα.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Εκλυτρούμενοι φάνητε, της του αοράτου εχθρού επιθέσεως, ω Ειρήνη και Νικόλαε, τους ειλικρινώς υμίν προστρέχοντας.

Δ ό ξ α

Σωτηρίαν αιτήσασθε, την κατά ψυχήν και σώμα τοις σπεύδουσι, Ραφαήλ τε και Νικόλαε, και Ειρήνη πάσιν υμίν Άγιοι.

και Ν ύ ν. Θεοτοκίον.

Της ψυχής μου τα τραύματα, ίασαι Παρθένε τη ση χρηστότητι, και υγείαν την κατ’ άμφω μοι, και πταισμάτων αίτει την συγχώρησιν.

Ω δ ή ε’. Φώτισον ημάς.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Ειδον σε πολλοί, και χαράς πολλής επλήσθησαν. χαροποίησον ουν Πάτερ και ημών, την ζωήν λελυπημένην πικραίς θλίψεσι.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Άκουσον ημών, της φωνής θείε Νικόλαε, και παράσχου ω Ειρήνη θαυμαστή, τη ζωή ημών ειρήνην αστασίαστον.

Δ ό ξ α

Θείοι Αθληταί, Ραφαήλ τε και Νικόλαε, και Ειρήνη των Λεσβίων η χαρά, λυπηρών ημάς, λυτρούσθε περιστάσεων.

και Ν ύ ν. Θεοτοκίον.

Λύτρωσαι ημάς, Θεοτόκε. Αειπάρθενε, μανιώδους του εχθρού επιφοράς, καθ’ ημών αεί ως λέοντος σφαδάζοντος.

Ω δ ή στ’. Την δέησιν εκχεώ.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Οράσεσι, και πολλαίς θεωρίαις, τοις πιστοίς εμφανιζόμενος μάκαρ, των κεκρυμμένων την γνώσιν εκφαίνεις, αλλά και νυν μυστικώς επιφάνηθι, Οσιομάρτυς Ραφαήλ, και παράσχου ημίν τα αιτήματα.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Φανέντες, ως εξ αδύτων τω κόσμω, υπό γην χρόνοις πολλοίς κεκρυμμένοι, της του Θεού ευσπλαγχνίας τον πλούτον, πρεσβευτικώς τοις ανθρώποις παρέχετε, Νικόλαε μάρτυς στερρέ, και Ειρήνη σεμνή καλλιπάρθενε.

Δ ό ξ α

Οι νέοι, της Εκκλησίας φωστήρες, οι αθλήσει αριστεύσαντες πάλαι, ο Ραφαήλ ο σοφός θεηγόρος, και συν Ειρήνη ο θείος Νικόλαος, επιστασίαις ταις υμών, των εν βίω δεινών ημάς ρύσασθε.

και Ν ύ ν. Θεοτοκίον.

Ρυσθήναι με, των παθών της κακίας, και απάσης του εχθρού κακουργίας, τη ση ευδόκησον Κόρη πρεσβεία, προς τον Υιόν και Θεόν σου και Κύριον, και δίδου μοι ως αγαθή, μετανοίας σωτήριον δάκρυον.

Διάσωσον, ω Ραφαήλ και Νικόλαε και Ειρήνη, τους εν πίστει υμίν προστρέχοντας Άγιοι, από παντοίων κινδύνων και νοσημάτων.

Άχραντε, η δια λόγου τον Λογον ανερμηνευτως επ εσχατων των ημερων τεκουσα δυσωπησον ως εχουσα μητρικην παρρησιαν.

Αίτησις και το Κ ο ν τ ά κ ι ο ν.

Ήχος β’. Τοις των αιμάτων σου ρείθροις.

Ως αντιλήπτορες πάντων θερμότατοι, ω Ραφαήλ και θεόφρον Νικόλαε, αεί βοηθείτε τοις πάσχουσι, και των παθών τας οδύνας κουφίζετε, υμών ταχιναίς αντιλήψεσι.

Π ρ ο κ ε ί μ ε ν ο ν.

Θαυμαστός ο Θεός εν τοις Αγίοις Αυτού.

Στίχ. Τοις Αγίοις τοις εν τη γη…

Ευαγγέλιον κατά Λουκάν.

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς. προσέχετε από των ανθρώπων. επιβαλούσι γαρ εφ’ υμάς τας χείρας αυτών και διώξουσι, παραδιδόντες εις συναγωγάς και φυλακάς, αγομένους επί βασιλείς και ηγεμόνας ένεκεν του ονόματός μου. αποβήσεται δε υμίν εις μαρτύριον. Θέσθε ούν εις τας καρδίας υμών μη προμελετάν απολογηθήναι. εγώ γαρ δώσω ημίν στόμα και σοφίαν, η ου δυνήσονται αντειπείν ουδέ αντιστήναι πάντες οι αντικείμενοι υμίν. Παραδοθήσεσθε δε και υπό γονέων και αδελφων και συγγενών και φίλων , και θανατώσουσι εξ υμών, και έσεσθε μισούμενοι υπό πάντων δια το όνομά μου. και θριξ εκ της κεφαλής υμών ου μη απόληται. εν τη υπομονή ημων κτήσασθε τας ψυχάς υμών.

Δ ό ξ α. Ταις των Αθλοφόρων…

Κ α ι ν ύ ν. Ταις της Θεοτόκου…

Π ρ ο σ ό μ ο ι ο ν.

Ήχος πλ. β’. Όλην αποθέμενοι.

Στίχ. Ελέησόν με ο Θεός, κατά το μέγα έλεός σου...

Άστρα ως νεόφωτα, τη του Χριστού Εκκλησία, εκ της Λέσβου λάμψαντες, πάντας καταυγάζετε εν τοις θαύμασι, Ραφαήλ μέγιστε, συν τω Νικολάω, και Ειρήνη καλλιπάρθενε, και διαλύετε, την των παθημάτων σκοτόμαιναν, πιστοίς επιφαινόμενοι, πλήρεις συμπαθείας και χάριτος. όθεν εκβοώμεν. εν πάση τη ζωή ημών σοφοί, μη διαλίπητε σκέποντες, πάσης περιστάσεως.

Σώσον ο Θεός τον λαόν σου…

Ω δ ή ζ’. Οι εκ της Ιουδαίας.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Οι την σην κατιδόντες, Ραφαήλ θεοφόρε θέαν ουράνιον, εδέξαντο εκ ταύτης, φως θείας ευφροσύνης. δος καμοί ουν μακάριε, της βοηθείας της σης, τας σωτηρίους δόσεις.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Ιατρεύειν τα πάθη, των ψυχών και σωμάτων ημών μη παύσησθε, Νικόλαε τρισμάκαρ, και πάνσεμνε Ειρήνη, και διδόναι εκάστοτε, απαλλαγήν των δεινών, και αναγκών την λύσιν.

Δ ό ξ α

Γνωρισθέντες τω κόσμω, ως γνωστοί τω Κυρίω πάλαι τυγχάνοντες, λαμπρώς θαυματουργείτε, προφθάνοντες ταχέως, Ραφαήλ και Νικόλαε, τους προσιόντας θερμώς, υμών τη προστασία.

και Ν ύ ν. Θεοτοκίον.

Εξ αχράντου γαστρός σου, προελθών ο των όλων Θεός και Κύριος, μορφή τη ανθρωπίνη, προστάτιν σε δεικνύει, παντός κόσμου Πανάμωμε. όθεν εκ πάσης ημάς, απάλλαξον ανάγκης.

Ω δ ή η’. Τον Βασιλέα.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Ρώσιν παράσχου, και την κατ’άμφω υγείαν, τοις προστρέχουσι τοις θείοις σου λειψάνοις, Ραφαήλ παμμάκαρ, και σε υμνολογούσι.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Άλυπον βίον, εν αληθεί ευπραγία, καταξίωσον ημάς πιστώς ανύειν, ταις σαις ικεσίαις, Νικόλαε θεόφρον.

Δ ό ξ α

Σθένος μοι δίδου, εν ταις του βίου ανάγκαις, και παράκλησιν εν πάσαις αθυμίαις, ω τριάς αγία, νεοφανών Μαρτύρων.

και Ν ύ ν. Θεοτοκίον.

Ίασαι Κόρη, την θλιβομένην ψυχήν μου, και θεράπευσον του σώματος το άλγος, τη συμπαθεστάτη, προνοία σου Παρθένε.

Ω δ ή θ’. Κυρίως Θεοτόκον.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Μεγάλων χαρισμάτων, κατηξιωμένος, παρά Χριστού Ραφαήλ ιερώτατε, μέγας προστάτης εδείχθης ημών και στήριγμα.

Άγιοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Οι Μάρτυρες Κυρίου, οι δεδοξασμένοι, συν Νικολάω Ειρήνη θεόνυμφε, της των παθών αδοξίας υμας λυτρώσασθε.

Δ ό ξ α
Υψόθεν αοράτως, σκέπετε απαύστως, ω Ραφαήλ ιερέ και Νικόλαε, συν Ειρήνη τους πίστει υμάς γεραίροντας.

και Ν ύ ν. Θεοτοκίον.

Υμνούμεν σου την χάριν, Κεχαριτωμένη. ότι ημάς διασώζεις εκάστοτε, και ασφαλώς κατευθύνεις προς θείον θέλημα.


Άξιόν εστι ως αληθως μακαριζειν σε την Θεοτοκον την αειμακαριστον και παναμωμητον και μητερα του Θεου ημων . Την τιμιωτεραν των Χερουβιμ και ενδοξοτεραν ασυγκριτως των Σεραφειμ , την αδιαφθορως Θεον Λογον τεκουσαν , την οντως Θεοτοκον σε μεγαλυνωμεν .

και τα μεγαλυνάρια.

Χαίροις της Ιθάκης θείος βλαστός, Ραφαήλ τρισμάκαρ, και της Λέσβου ο αρωγός. χαίροις διακόνων, Νικόλαε λαμπρότης. χαίρε σεμνή Ειρήνη, Χριστού οσφράδιον.

Πάλαι εναθλήσαντες καρτερώς, και άρτι γνωσθέντες, εν τη Λέσβω περιφανώς, λάμπετε εν κόσμω, θαυμάτων ενεργείας, εις δόξαν του Κυρίου, Άγιοι Μάρτυρες.

Δόξη λαμπρυνόμενοι θεϊκή, οράσεσι πλείσταις, εκκαλύπτετε τοις πιστοίς, αγνώστων πραγμάτων, σαφέστατα την γνώσιν, ως θείοι του Σωτήρος, Οσιομάρτυρες.

Χαίρετε της Λέσβου κλέος καινόν, Θερμής πολιούχοι, και του λόφου των Καρυών, Ραφαήλ παμμάκαρ, ομού συν Νικολάω, και τη σεμνή Ειρήνη, πυρσοί θεόφωτοι.

Χαίρει κεκτημένη ως θησαυρούς, πλουτίζοντας πάντας, ιαμάτων ταις δωρεαίς, Ραφαήλ θεόφρον, συν θείω Νικολάω, η Λέσβος τα πανέντιμα υμών λείψανα.

Πάντας τους προστρέχοντας ευλαβώς, υμών τη πρεσβεία, πάσης ρύσασθε συμφοράς, Ραφαήλ Ειρήνη, ομού συν Νικολάω, την των πταισμάτων λύσιν, ημίν αιτούμενοι.

Τον των μοναζοντων υπογραμμον και τον της ερημου πολιουχον και οικιστην στηλην σωφροσυνης και οσιων το κλεος Αντωνιον τον μεγαν υμνοις τιμησωμεν.

Η των συνωνύμων σου η πληθύς και των μακεδόνων πάντες δήμοι οι ευσεβείς προσφεύγωμεν πόθω τω νέω Αντωνίω αυτόν εκλιπαρούντες τυχείν ιάσεων.

Πάσαι των Αγγέλων αι στρατιαί Προδρομε Κυριου Αποστολων η δωδεκας οι αγιοι παντες μετα της Θεοτοκου ποιησατε πρεσβειαν εις το σωθηναι ημας .


Το τρισάγιον.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (ἐκ τρίτου)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ήχος δ’. ταχυ προκαταλαβε

Εν Λέσβω αθλήσαντες, υπέρ Χριστού του Θεού, αυτήν ηγιάσατε, τη των λειψάνων υμών, ευρέσει μακάριοι. Όθεν υμάς τιμώμεν, Ραφαήλ θεοφόρε, άμα συν Νικολάω, και παρθένω Ειρήνη, ως θείους ημών προστάτας, και πρέσβεις προς Κύριον.

(Εκτενής και Απόλυσις, μεθ’ ήν ψάλλομεν το εξής)

Ήχος β’. Ότε εκ του ξύλου.

Πάντας τους εν πίστει ακλινεί, τοις υμών αγίοις λειψάνοις, φοιτώντας Άγιοι, και προς την αντίληψιν, την οξυτάτην υμών, αφορώντας εκάστοτε, Ραφαήλ τρισμάκαρ, Ειρήνη και Νικόλαε, Θαυματουργοί Θαυμαστοί, πάσης επηρείας και βλάβης, λύπης και πικρών νοσημάτων, ρύσασθε υμών τη θεία χάριτι.

Δέσποινα πρόσδεξαι τας δεησεις των δουλων σου και λυτρωσαι ημας απο πασης αναγκης και θλιψεως.

Την πάσαν ελπίδα μου εις σε ανατιθημι Μητερ του Θεου φυλαξον με υπο την σκεπην σου .

.