Τῆς πολλῆς ἀθυμίας μου, πάναγνε,
ἐκβοῶ Σοι τὸ νέφος διάλυσον,
τὸν Χριστὸν δυσωποῦσα καὶ χάρισον
σωτηρίαν αἰώνιον, ἄχραντε.
Τοὺς ἐχθροὺς τὴν ψυχήν μου ἐκθλίβοντας
ἡδοναῖς δὲ ἀτόποις ταράσσοντας
ἀπωλείας εἰς βάραθρα πόντισον,
καὶ χαρᾶς τὴν καρδίαν μου πλήρωσον.
Ποταμοὺς τῶν παθῶν μου ἀνάκοψον,
ἁμαρτίας τὸ πέλαγος ξήρανον
ταῖς πρεσβείαις ταῖς Σαῖς πρὸς τὸν Κύριον
καὶ πρὸς ὅρμον γαλήνης καθόρμισον.
Σέ, Παρθένε, ἡμεῖς μακαρίζομεν
οἱ πιστοὶ καὶ πρεπόντως δοξάζομεν,
τὴν ἁγίαν τὴν πόλιν τὴν ἄσειστον
καὶ τὸ τεῖχος, Μαρία, τὸ ἄρρηκτον.
Ἀρραγῆ προστασίαν Σὲ οἴδαμεν
τῶν ψυχῶν δὲ ἡμῶν καταφύγιον
πρὸς τὸν Κύριον δὲ ἱλαστήριον,
Παναγία Παρθένε, Σὲ ἔγνωμεν.
Ἡ τὸ ἄνθος τὸ Θεῖον βλαστήσασα,
ἡ διψῶσα ἀνήροτος ἄρουρα,
τὸν ∆εσπότην τῶν ὅλων ἱκέτευε
οἰκτειρῆσαι καὶ σῶσαι τοὺς δούλους Σου.
Κιβωτὸς καὶ λυχνία ἡ πάγχρυσος,
ἡ ἁγία, ἡ ἄχραντος τράπεζα,
ἡ τὸν ἄρτον ζωῆς ἀποφέρουσα,
τὸν Θεὸν Σαῖς πρεσβείαις ἱλέωσαι.
(Θεοτοκάριον, σελ. 151)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου