Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)
Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2)
*******************************************************************
Δρος Χαραλάμπους Μ. Μπούσια Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας
Α Κ Ο Λ Ο Υ Θ Ι Α
ΤΗΣ ΟΣΙΑΣ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΜΗΤΡΟΣ ΗΜΩΝ Γ Α Β Ρ Ι Η Λ Ι Α Σ ΤΗΣ ΑΣΚΗΤΡΙΑΣ ΤΗΣ ΑΓΑΠΗΣ
* * * * * * * * *
Ἡ μνήμη αὐτῆς τελεῖται τῇ ΚΗ΄ Μαρτίου.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Ἀθῆναι 2007
******************************************
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος α΄.
Τῶν οὐρανίων ταγμάτων.
Γαβριηλία θεόφρον, ἀγάπης σκήνωμα, ἀσκητριῶν ἐνθέων καλλονὴ καὶ πυξίον κενώσεως ἀφάτου καρδιακῆς ἀσθενοῦσι καὶ κάμνουσιν, ἐν ἡσυχίᾳ τελέσας βίον τὸν σὸν ἐθεώθης κατὰ μέθεξιν.
Γαβριηλία, ἐν χρόνοις ἐσχάτοις ηὔγασας φωτὶ τῆς δράσεώς σου καὶ βολαῖς προσφορᾶς σου πρὸς πάντας ἐν ἀνάγκαις καὶ συμφοραῖς οἰκουμένης τὰ πέρατα καὶ πρὸς τὸ φῶς ἐπιγνώσεως τοῦ Θεοῦ ἐν σκιᾷ κειμένους εἵλκυσας.
Γαβριηλία, σὴν μνήμην τὴν ἀεισέβαστον τῶν Ὀρθοδόξων δῆμοι ἑορτάζοντες πόθῳ τιμῶμέν σου ἀγῶνας τοὺς ἱεροὺς ἀρετῆς πρὸς τελείωσιν καὶ φωτισμὸν τῶν ἐν σκότει καὶ ἐν σκιᾷ καθευδόντων, ἰσαπόστολε.
Γαβριηλία, ἀγάπης καλὸς ὡς Ἄγγελος, ὁ εὐκλεὴς λευΐτης Ἀγαθάγγελος, μῆτερ, Ὑψίστου ἐν Ἀθήναις οἶκον αὐτοῦ σοὶ φαιδρῶς παρεχώρησε, φιλοξενίας ἀφάτου ὁ ἀκρεμών, σῆς σεμνότητος πρὸς στέγασιν.
Δόξα. Ἦχος β΄.
Τὴν σύμβουλον τῶν ἐν ἀνάγκαις, παραμυθίαν τῶν θλιβομένων, ἰάτειραν ψυχῶν καὶ σωμάτων καὶ ἰθύντειραν πιστῶν ἀπλανεστάτην πρὸς θέωσιν, Γαβριηλίαν, τὴν ἀσκήτριαν τῆς ἀγάπης, ἐγκωμίων καταστέψωμεν ἄνθεσιν· αὕτη γὰρ ἀποστόλων βαδίσασα τρίβους καὶ ἐν οἴκῳ Ἀγγέλων σκηνώσασα ἱλαρῶς ἐδαπάνησε τὸν πλοῦτον τῆς αὐτῆς καρδίας τοῖς χρείαν ἔχουσι καὶ στένουσι· καὶ νῦν Χριστῷ συναγαλλομένη ἐν πόλῳ ὡς ἀσκήσεως καὶ ἱεραποστολῆς ἔσοπτρον, Αὐτῷ ἀκλινῶς πρεσβεύει ὑπὲρ τῶν τιμώντων αὐτῆς τὰ παλαίσματα.
Καὶ νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου....
Εἰς τὸν Στίχον.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, ἀσκητριῶν τῶν νεαυγῶν ἀκρότης, σεπτὴ Γαβριηλία, ἡ λάμψασα ἐν κόσμῳ φωτὶ τῆς συμπαθείας σου.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Χαῖρε, ἡ ταπεινῶς τὸν οἶκον τῶν Ἀγγέλων, σεπτοῦ Ἀγαθαγγέλου, φιλοξενίας φάρον ἐμπεριστάτων δείξασα.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἔχει ὡς θησαυρὸν λειψάνων σου τὴν θήκην, Γαβριηλία, Λέρος, ἐν ᾗ καλῶς τὸν βίον τὸν πρόσκαιρον ἐτέλεσας.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Θεός, Τριὰς ὑπεραγία, ἡ φιλοξενηθεῖσα ὑπ’ Ἀβραὰμ τοῦ θείου ἐν τῇ Μαμβρῇ, ὁμόθρονε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, Μῆτερ Θεοῦ, τῆς συμπαθείας κρίνον, ἀγάπης θεῖον ῥόδον καὶ προσφορᾶς πρὸς πάντας τοὺς ἐνδεεῖς λευκάνθεμον.
Νῦν ἀπολύεις.....
τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. *****************************************
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Λύχνε ἀγαθότητος, Γαβριηλία, φωτόλαμπρε, οἰκουμένης τὰ πέρατα διῆλθες ἐν ἔτεσι τοῖς ἐσχάτοις πᾶσιν ἐνεργοῦ ἀγάπης κηρύττων, μῆτερ, τὴν ἰσχὺν καὶ ἐνεργῶσα καθάπερ Ἄγγέλος κενώσεως ἀντλήματος τῆς παναγάθου καρδίας σου τῇ πληρώσει, πανεύφημε, τῶν ἐν πόνοις καὶ θλίψεσι.
Ἅρμα χρυσοστόλιστον, Γαβριηλία, σεμνότητος διϊπεύουσα ἔφθασες εἰς πόλου σκηνώματα πάμφωτα συγχαίρειν τῶν Ἀγγέλων δήμοις καὶ συνευφραίνεσθαι χοροῖς μητράσι θείαις, πνευματοφόρητε, ἀγάπης ὥσπερ πρόβολον καὶ συμπαθείας ἀρχέτυπον, ἡ Χριστὸν τοῖς ἐμπράκτοις σου τρόποις εὐαρεστήσασα.
Μνήμην τὴν ἁγίαν σου, Γαβριηλία, καὶ πάνσεπτον ἑορτάζοντες σήμερον πιστῶν τὰ συστήματα μακαρίζομέν σε ἱεραποστόλων ὡς νέον εὖχος καὶ φανὸν ἐνασκουμένων μητέρων πάμφωτον καὶ στέφομέν σε ἄνθεσι τερνῶν ᾀσμάτων, θεόφιλε, ἡ βροτοὺς ὁδηγήσασα ἀπλανῶς πρὸς οὐράνια.
Κύμινον νεόφυτον κλεινῆς Κωνσταντινουπόλεως, Ἐκκλησίας λευκάνθεμον εὐῶδες καὶ ἥδιστον ῥόδον νήσου Λέρου, εὐωδίᾳ πόνων ἀσκητικῶν σου ἀληθῶς, Γαβριηλία, σῶν παραινέσεων σοφῶν καὶ θεραπεύσεων ἄμφω ψυχῶν καὶ σωμάτων τε ἐν ἐσχάτοις τοῖς ἔτεσι κατεμύρισας πέρατα.
Ὅνπερ Ἀγαθάγγελος, Χριστοῦ λευΐτης ὁ ἅγιος, οἶκον θεῖον πρὸς στέγασιν ἀπόρων ἐποίησε φοιτητῶν καὶ ὅπνερ οἶκον τῶν Ἀγγέλων σαφῶς ὠνόμαζες, σεπτὴ Γαβριηλία, σεμνῶς ἐνῴκησας μετὰ τὴν παραχώρησιν σοὶ ὑπ’ αὐτοῦ ταύτης, ἔνθεε, φρέαρ ἄφθονον ὕδατος τῶν διψώντων τὸν Κύριον.
Μῆτερ χαριτόβρυτε, βροτοὺς κατηύθυνας λόγοις σου καὶ εὐχαῖς ἀσιγήτοις σου πρὸς πόλου σκηνώματα, ἔθρεψας πεινῶντας, πᾶσι τοῖς διψῶσιν ἔδωκας ὕδωρ ζῶν πιεῖν καὶ τοῖς ἐν σκότει αὐγὴν ἀνέτειλας, Γαβριηλία, πάμφωτον τῇ πρακτικῇ ἀγαπήσει σου· ὅθεν μνήμην τὴν θείαν σου καὶ λαμπρὰν ἑορτάζομεν.
Δόξα. Ἦχος πλ. β΄.
Τὴν ἐπὶ πτερύγων αἰρομένην Ἀγγέλων εἰς κόσμου τὰ πέρατα πρὸς μετάδοσιν τῆς πηγαίας αὐτῆς ἀγάπης πρὸς ψυχῶν ποτισμὸν βροτῶν διψώντων, Γαβριηλίαν, τὴν ἀσκήτριαν τῆς ἀγάπης, ἐν κατανύξει τιμήσωμεν πιστῶς βοῶντες· ἰσάγγελε μῆτερ, ἡ ἑαυτὴν Χριστῷ ἀφιερώσασα καὶ τὰς χρείας τῶν καμνόντων θεραπεύσασα, ἀξίωσον καὶ ἡμᾶς διακονῆσαι πᾶσιν ἐμπεριστάτοις μιμούμενοι τοὺς τρόπους σου καὶ τὸν ἐλθόντα διακονῆσαι καὶ οὐχὶ διακονηθῆναι Θεάνθρωπον Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,...
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10 - 31 )
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σαφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. α΄1 - 10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον 8 ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα
Ἦχος α΄.
Τὴν λογιζομένην τὸ ὑπούργημα τῆς διακονίας τοῦ πλησίον μόνιμον καὶ θεάρεστον ἔργον τιμήσωμεν εὐσχημόνως, Γαβριηλίαν τὴν παναοίδιμον· αὕτη γὰρ τὴν προσφορὰν πρὸς ἅπαντας ὡς σφραγίδα τῆς τοῦ Χριστοῦ παρουσίας ἐκλαμβάνουσα οὐκ ἔπαυσεν ἀγαπᾶν ἐξ ὅλης αὐτῆς καρδίας γένος τὸ ἀνθρώπινον· καὶ τῇ ὄντως ἀγάπῃ, Χριστῷ, συνευφραινομένη ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ἐν τῇ τύρβῃ τῶν πόλεων ὡς ἐν ἐρήμῳ βιώσασαν καὶ τῶν ἀσκητριῶν τῆς ἐρήμου ὁμόζηλον ἐν ταῖς πόλεσιν ὀφθεῖσαν, Γαβριηλίαν, τὴν ὁσίαν ἀσκήτριαν τῆς ἀγάπης, μεγαλύνωμεν κράζοντες· ἡ πάντας τοὺς πλησίον ἀγαθοὺς καὶ ἁγίους λογισαμένη καὶ αὐτοῖς ὡς τῷ Δεσπότῃ Χριστῷ ἀγογγύστως ὑπηρετήσασα, ἀξίωσον καὶ ἡμᾶς ταῖς χρείαις τῶν πλησίον διακονῆσαι, τοὺς ἑορτάζοντας πόθω τὴν ἁγίαν μνήμην σου.
Ἦχος γ΄.
Οὐρανοδρόμον ἀνύσασα πορείαν διῆλθες Ἀσίαν, Ἑσπερίαν καὶ Ἀλβιώνα, Γαβριηλία ὁσία, Χριστὸν πρακτικῶς ὁμολογοῦσα καὶ μάκτρῳ ἀγάπης σου ἀποσμήχουσα δάκρυα τῶν ἀλγούντων· καταντήσασα ὅθεν εἰς οὐρανίους ἐπάλξεις Χριστῷ προσενήνοχας τοὺς καρποὺς τῆς προσφορᾶς σου καὶ χάριν παρ’ Αὐτοῦ εἴληφας πρεσβεύειν ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ΄.
Ἀσκήσασα ἐν Βηθανίᾳ, Αἰγίνῃ καὶ Λέρῳ τὸν παλαιὸν ἐνέκρωσας ἄνθρωπον σὺν τοῖς παθήμασιν αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις καὶ τὸν νέον ἀνέστησας, Γαβριηλία, τὸν ποθοῦντα ἰσαγγέλως πολιτεύσασθαι καὶ φθάσαι τὴν θέωσιν· παῤῥησίαν οὖν ἔχουσα πρὸς Κύριον ὡς Αὐτοῦ νύμφη ἄμωμος μὴ παύσῃ Αὐτὸν δυσωποῦσα ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος ὁ αὐτός.
Ὑπὸ τὴν σκέπην θεῖσα ἑαυτὴν τῆς Ἁγίας Σκέπης τοῦ κόσμου, ἐν αὐτῆς τῷ ἱερῷ τῆς Αἰγίνης τεμένει ἐνήσκησας, ὅπερ πύλην βροτῶν πρὸς οὐρανοὺς ἀνέδειξας, Γαβριηλία, μητέρων ὁσίων ἐγκαλλώπισμα· διαβᾶσα ὅθεν τὴν οὐράνιον πύλην κληρονόμος ἐγένου τῶν ἡτοιμασμένων ἀγαθῶν ἀπὸ καταβολῆς κόσμου, ὧν καὶ ἡμᾶς ἀξίωσον ἀπολαῦσαι τοὺς τιμῶντας ἐν ὕμνοις τὴν ὑπέρλαμπρον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε,...
Εἰς τὸν Στίχον.
Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, Γαβριηλία σεμνή, ἡ παιδιόθεν τὸν Χριστὸν ἀγαπήσασα, καὶ ἅπαντας τοὺς πλησίον ὡς ἑαυτὴν ἀληθῶς, εὐσεβείας στῦλε ἀδιάσειστε· νεότευκτον μέλαθρον ταπεινώσεως, νήψεως καὶ ἀπαθείας, τοῦ Χριστοῦ ἐμεγάλυνας μέγα ὄνομα ῥήμασί σου καὶ πράξεσι καὶ ὤφθης ἐνδιαίτημα ἀγάπης τῆς κρείττονος, χρηστοηθείας καὶ λύπης τῶν εὐσεβῶν ὀλετήριον· διό σου τὴν μνήμην τὴν λαμπρὰν και σεβασμίαν πανηγυρίζομεν.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Χαίροις, ἀπολωλότων ἀμνῶν θερμὴ ἀγκάλη, πενομένων ἡ σίτισις, ἰθύντειρα ποντουμένων, Γαβριηλία σεπτή, ἀπλανὴς πρὸς δόμους ἀφθαρτότητος, ἀστέγων ἡ στέγασις, ἀσθενούντων ἡ ἴασις, ἐξηρτημένων ἐκ παθῶν ἐλευθέρωσις καὶ ἐνισχύσις ἀδυνάτων, πανεύφημε, κράζοντες μεγαλύνομεν ἐνθέους καμάτους σου πρὸς ἀγαθῶν τῶν ἀφθίτων κληρονομίαν καὶ θείας σου πρεσβείας πρὸς Κτίστην ἐξαιτούμεθα, τὸν σῴζειν ἡμᾶς δυνάμενον.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, ἀσκητριῶν θεαυγῶν, Γαβριηλία, τηλαυγέστατον πύρσευμα, φανὲ ἱεραποστόλων, Ἀσίας ἄνικμον γῆν καὶ τὴν Ἑσπερίαν καταυγάσασα φωτὶ τῆς ἐμπράκτου σου συμπαθείας καὶ λόγων σου τῶν θεοσόφων, ἀπαθείας φρυκτώρημα καὶ φωτόλαμπρε φάρε θείας ἁπλότητος· ὅθεν πιστῶν οἱ σύλλογοι τὴν μνήμην σου σέβοντες ἐν κατανύξει βοῶμεν· φωστὴρ λαμπρὲ θεία πίστεως, Χριστὸν ἐκδυσώπει τῶν ἡμῶν δεινῶν σκεδάσαι παθῶν τὴν ζόφωσιν.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸ ἐν σοὶ ἐνοικοῦν Πανάγιον Πνεῦμα, σκεῦος ἀγάπης σε ἀνέδειξε πάγχρυσον καὶ ταμεῖον προσφορᾶς πρὸς κάμνοντας ἀσύλητον, Γαβριηλία, μῆτερ ἰσάγγελε· σὺ γὰρ ἀμέμπτως πολιτευσαμένη καὶ φωτὶ ἀγάπης φωτίζουσα τὰ σὰ διαβήματα ἑαυτὴν ἐκένωσας τῇ ὑπηρεσίᾳ τοῦ πλησίον· καὶ νῦν τῇ ὄντως ἀγάπῃ, Χριστῷ, παρεστῶσα, μὴ παύσῃ Αὐτὸν δυσωποῦσα ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Καὶ νῦν.
Θεοτοκίον. Δέσποινα, πρόσδεξαι...
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐνεργοῦ νῦν ἀγάπης σεμνὴν ἀσκήτριαν, Γαβριηλίαν, τῶν ὄντων ἐν συμφοραῖς ἀρωγὸν καὶ βροτῶν ἐμπεριστάτων τὴν ἀντίληψιν, ἱεραπόστολον Χριστοῦ νηπτικὴν ὡς προσφορᾶς ὑμνήσωμεν ἐκμαγεῖον, ἱλεουμένην τὸν Κτίστην ἡμῖν αὐτὴν τοῖς μακαρίζουσι.
Θεοτοκίον.
Χαῖρε, Πύλη Κυρίου ἡ ἀδιόδευτος... Ἀπόλυσις. *****************************************
Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ
Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀγάπης ἀκραιφνοῦς σκεῦος, Γαβριηλία, ἠνάλωσας σαυτὴν προσφορᾷ τοῦ πλησίον καὶ ἤσκησας ἄριστα ἐν ἐσχάτοις τοῖς ἔτεσι πᾶσαν ἔνυλον καὶ χοϊκὴν παριδοῦσα σχέσιν, πάνσεμνε, ἀΰλων νόων τὴν δόξαν ἐκθύμως ποθήσασα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Χαρὰ καὶ γλυκασμὲ τῶν ἁγίων Ἀγγέλων καὶ πάντων τῶν πιστῶν καταφύγιον θεῖον, πανύμνητε Δέσποινα, χαρμονῆς πάντων ἔμπλησον, ἀειπάρθενε, καρδίας καὶ σκοτομήνην ἀποδίωξον ἡμῶν τῶν θλίψεων τάχος τῶν ὕμνοις τιμώντων σε.
Μετὰ τὴν β΄. Στιχολογίαν
Κάθισμα. Ἦχος α΄. Ταχὺ προκατάλαβε.
Σὸν οἶκον ἐποίησας οἶκον Ἀγγέλων λαμπρῶν, ἀρήγουσα κάμνουσι, παραμυθοῦσα πιστοὺς ἐν λύπαις καὶ θλίψεσι, τρέφουσα τοὺς πεινῶντας καὶ αὐχμώσας καρδίας αὔραις τῶν σῶν φθεγμάτων ἀναψύχουσα, μῆτερ, κλυτὴ Γαβριηλία, εἰκὼν βίου θεόφρονος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Εὐχαῖς ἀσιγήτοις σου ἡμῶν κακοὺς λογισμοὺς διόρθωσον, Δέσποινα, καὶ τὴν πληθὺν μου παθῶν ἀπόπλυνον τάχιστα ῥείθροις σῆς προστασίας ῥυπτικῆς, Θεοτόκε, πάντων τῶν χριστωνύμων ἀντιλῆπτορ καὶ σκέπη κἀμοῦ χειραγωγὲ ἀπλανὲς πρὸς ἀφθαρτότητα.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα τῆς παρθενίας σου.
Ἔχουσα πρότυπον ἐν βίῳ ἄριστον τὸν Ἀγαθάγγελον, τὸν ἐνθεώτατον, ἀγάπης τὸν ὑφηγητήν, θεόφρον Γαβριηλία, ἑαυτὴν ἠνάλωσας προσφορᾷ πρὸς τοὺς ἔγγιστα, συμβουλαῖς καὶ Κτίσαντος τοῦ ἁγίου ὀνόματος λαμπρᾷ δοξολογία, μητέρων θείων καλλώπισμα τὸ νέον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας, πρεσβείαις, Ἐλεῆμον,... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας,
Ἐλεῆμον.... Ἰδιόμελον. Ἦχος πλ. β΄
Ἀγαθοὺς λογισμοὺς πάντοτε τὴν ἔχουσαν καὶ ἀγαπῶσαν ἐξ ὅλης τῆς καρδίας πάντας ἀνθρώπους, Γαβριηλίαν, τὴν ἀσκήτριαν τῆς ἀγάπης μακαρίσωμεν λέγοντες· ἡ ἀπίστους διδάξασα, πτωχοὺς πλουτίσασα καὶ τρυχομένους προστατεύσασα, φρούρει πάντας ἡμᾶς τοὺς τιμῶντάς σε καὶ ῥύου κινδύνων καὶ θλίψεων τοὺς σὲ μακαρίζοντας.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....
Εἶτα ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς· " Γαβριηλίας, διπλῆς ἀγάπης φάρου, ᾠδή. Χ. Μ."
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Γηθόμενοι μέλπομεν τὴν ἀεισέβαστον μνήμην σου, ἀγάπης ἐκτύπωμα, Γαβριηλία σεμνή, ἡ τὸν βίον σου ταῖς χρείαις τοῦ πλησίον καλῶς ἀναλώσασα, μῆτερ θεόληπτε.
Ἁγνότητος σκήνωμα καὶ προσφορᾶς ἐνδιαίτημα, Χριστῷ εὐηρέστησας ἀσκητικῇ ἀγωγῇ καὶ κενώσει σου ψυχῆς, Γαβριηλία, ἐσχάτοις ἐν ἔτεσι πόνοις τῶν ἔγγιστα.
Βαθμίδας τῆς κτήσεως τῆς ἀρετῆς ἀνελήλυθας καλῶς καὶ τοῖς βήμασι τῶν ἀποστόλων Χριστοῦ ἠκολούθησας, σεπτὴ Γαβριηλία, διδάσκων τὰ κρείττονα τοῖς προσιοῦσί σοι.
Θεοτοκίον.
Ῥοὰς τῶν δακρύων μου τῷ μανδηλίῳ ἀπόσμηξον θερμῆς προστασίας σου καὶ ταχινῆς ἀρωγῆς, Μητροπάρθενε, Κυρία Θεοτόκε, καὶ σῶν πρὸς τὸν Τόκον σου θείων δεήσεων.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἰσχὺν εἰληφυῖα οὐρανόθεν διήνυσας τρίβον τὴν στενὴν πανσόφως καὶ ἐδίδαξας Χριστοῦ τοῦ ἐλεήμονος ἀγάπην καὶ συμπάθειαν, Γαβριηλία, τὰ πέρατα.
Ἡ κλίνουσα γόνυ τῆς καρδίας ταῖς χρείαις τυφλῶν τε καὶ λεπρῶν καὶ ἀκλινῶς ἰθύνουσα ἀπολωλότα πρόβατα πρὸς τὰς νομὰς θεώσεως, Γαβριηλία, δεδόξασαι.
Λαμπὰς παμφαοῦς χρηστοηθείας, ἐφώτισας θείαις σου αὐγαῖς, Γαβριηλία, σύμπαντα μὴ ἐκπιπτούσης, πάγκαλε, ἀγάπης καὶ στηρίξεως τῶν ἐν κινδύνοις καὶ θλίψεσι.
Θεοτοκίον.
Ἱκέτευε, Κεχαριτωμένη Παρθένε, Υἱόν σου τὸν σεπτὸν διδόναι τοῖς οἰκέταις σου ἄμφω ἰσχὺν καὶ δύναμιν πατῆσαι τοῦ ἀλάστορος τοῦ μισοκάλου τὸ φρύαγμα.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Μῆτερ πάνσεμνε, Γαβριηλία, ἡ τὸν Κύριον ἐν τῇ καρδίᾳ Ἰησοῦν ὥσπερ ἀδάμαντα κρύπτουσα καὶ τὴν ἀγάπην Αὐτοῦ καὶ συμπάθειαν λόγοις καὶ πράξεσι πάντας διδάσκουσα, ἐξιλέωσαι τοῖς πίστει σε μακαρίζουσιν Αὐτὸν ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Παρακλήσεσι Γαβριηλίας, ἀγαπήσεως τῆς ἀσκητρίας καὶ πανσέπτων ἀποστόλων ὁμόζηλον, Θεογεννῆτορ ἁγνή, ἀειπάρθενε, ῥῦσαι ἡμᾶς πειρασμῶν καὶ στενώσεων τοὺς ἐν ᾄσμασιν ὑμνοῦντας τὰ μεγαλεῖά σου καὶ πλῆθος θαυμασίων σου τὸ ἄμετρον.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀσκουμένων ὡραιότης γυναικῶν καὶ θησαύρισμα ἱεραποστόλων, ὕμνησας ἀγάπην σαῖς πράξεσιν ὡς ἄλλος Παῦλος μερόπων δήμους στέγουσαν, θεοτίμητε Γαβριηλία, περίδοξε.
Σιωπῇ, Γαβριηλία, προσευχῇ ἀσιγήτῳ σου, παραδείγματός σου τρόποις καὶ ἐκφράσει ἀγάπης σου εἵλκυες πλήθη Χριστοῦ εἰς τὴν πανάμωμον πίστιν· ὅθεν σε πανευλαβῶς μακαρίζομεν.
Δρόμον ἤνυσας πρὸς πάντας προσφορᾶς, μῆτερ ἔνθεε, ὡς ὠκύπους ὄντως ἔλαφος καὶ ἔφθασας χαίρουσα εἰς τῶν ὑδάτων πηγὰς αἰωνιότητος, ἔνθα νάματα Χριστὸς προχέει ζωήῤῥυτα.
Θεοτοκίον.
Ἱκετεύομέν σε πόθῳ· ὁλοθέρμοις δεήσεσι τῆς Γαβριηλίας σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ σου τοὺς καταφεύγοντας πίστει τῇ σῇ χάριτι, Μητροπάρθενε, χριστιανῶν καταφύγιον.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Πωλήσασα χαίρουσα πτωχοῖς τὰ σὰ ὑπάρχοντα, μῆτερ ἀγαθή, Γαβριηλία, μετὰ μητρός σου τὴν ἐκδημίαν ταχὺ Κυρίου τοῖς βήμασι Χριστοῦ πόθῳ ἠκολούθησας κατ’ Αὐτοῦ τὴν παραίνεσιν.
Λιμένα πρὸς ἄκλυστον καὶ ὅρμον πρὸς ὑπήνεμον ὥσπερ ἀπλανὴς οἰακοστρόφος, Γαβριηλία, ἴθυνας νήας ψυχῶν τῶν σοὶ προστρεχόντων καὶ εὐχὰς ἐκζητούσας, πάναγνε, τὰς θερμάς σου πρὸς Κύριον.
Ἡ στήλη ἡ ἔμψυχος σοφίας καὶ συνέσεως, πάντων εὐσεβῶν παρηγορία, Γαβριηλία, πενήτων θεία τροφός, χαρὰ θλιβομένων ταχινὴ πέφηνας καὶ στήριγμα κλονουμένων ἀσάλευτον.
Θεοτοκίον.
Σοφίζουσα δούλους σου ἀσόφους, Μητροπάρθενε, Κεχαριτωμένη Θεοτόκε, μὴ παύσῃ πόθῳ σὲ δυσωποῦμεν ἀεὶ οἱ σπεύδοντες σῇ ἐπισκοπῇ, προστασίᾳ, χάριτι καὶ προνοίᾳ, πανάχραντε.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀΰλων νόων ἐφάμιλλε, ἐνύλων πάντων καταφρονήσασα ἤσκησας ἄριστα ἐν κόσμῳ καὶ κόσμου φεύγουσα ῥοπὰς καὶ τύρβην πᾶσαν ἤρθης εἰς θέωσιν.
Γαβριηλία ὑπέρσοφε, ὡς μέλισσα ἐτρύγησας φίλεργος μέλι γλυκύτατον ἐκ τῶν ἀνθέων, θεόκλητε, χειλέων τῶν πλασμάτων Θεοῦ τῆς κτίσεως.
Ἀστὴρ καθάπερ ἀείφωτος αὐγάζεις οἰκουμένης τὰ πέρατα τοῖς ἀμαρύγμασι, Γαβριηλία, ἀγάπης σου καὶ συμπαθείας τρόπων φαιδραῖς ἀκτῖσί σου.
Θεοτοκίον.
Παρθένε Θεογεννήτρια, θερμαῖς Γαβριηλίας ἐντεύξεσι καὶ παρακλήσεσι πρὸς τὸν Υἱόν σου καὶ Κύριον ἐλέη σοῖς οἰκέταις Αὐτοῦ κατάπεμψον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Θερμῆς ἀγάπης συνοδὸν καὶ ταπεινώσεως, τὴν ἐν τῷ κόσμῳ ἔξω κόσμου παραμένουσαν, εὐχομένην καὶ προσφέρουσαν ὡς θυσίαν ἑαυτὴν Χριστῷ ἐκθύμως ἀνυμνήσωμεν θεαυγῆ Γαβριηλίαν, τὴν ἀσκήτριαν, πόθῳ κράζοντες· Χαίροις, μῆτερ θεόληπτε.
Ὁ Οἶκος.
Ἄγγελος τῆς ἀγάπης, προσφορᾶς καὶ θυσίας, σεμνὴ Γαβριηλία, ἐδείχθης, ἐγκαλλώπισμα ἀσκητριῶν, ἱεραποστόλων τιμαλφὲς σέμνωμα καὶ τῶν βροτῶν ἰθύντειρα πρὸς πόλον· ὅθεν σοι βοῶμεν·
Χαῖρε, λειμὼν τῆς Χριστοῦ ἀγάπης· χαῖρε, ἡμῶν ἐν δεινοῖς προστάτις.
Χαῖρε, Κωνσταντίνου τῆς πόλεως βλάστημα· χαῖρε, τοῦ Ὑψίστου ἀμνάδων καλλώπισμα.
Χαῖρε, Λέρου ἐνδιαίτημα τιμαλφὲς καὶ ἱερόν· χαῖρε, πόλου τὸ θησαύρισμα τὸ ὡραῖον καὶ λαμπρόν.
Χαῖρε, Ἀγαθαγγέλου ἡ σφραγὶς τῆς ἀγάπης· χαῖρε, τοῦ μισοκάλου ἡ παγὶς τῆς ἀπάτης.
Χαῖρε, πηγὴ ἀκένωτος νήψεως· χαῖρε, στακτὴ εὐώδης ἀσκήσεως·
Χαῖρε, ἀμνῶν ῥάβδος ἀπολωλότων· χαῖρε, πολλῶν προστασία καμνόντων.
Χαίροις, μῆτερ θεόληπτε.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΚΗ΄ Μαρτίου.
Εἶτα λέγομεν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ὁσίας καὶ θεοφόρου μητρὸς ἡμῶν Γαβριηλίας, τῆς νέας ἀσκητρίας τῆς ἀγάπης.
Στίχοι.
Ἀγάπης, σεμνή, πάντας στεγούσης στέγη θεοσκέπαστος, Γαβριηλία, ὤφθης.
Συναξάριον.
Ἡ ὁσία καὶ θεοφόρος μήτηρ ἡμῶν Γαβριηλία, κατὰ κόσμον Αὐρηλία Παπαγιάννη, ἐγεννήθη ἐν Κωνσταντινουπόλει τῇ 2ᾳ Ὀκτωβρίου τοῦ 1897. Ἐστολισμένη παιδιόθεν διὰ τῆς θείας χάριτος κατεκόσμησε τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν τοῖς μαργαρίταις τῆς ἀγάπης, τῆς πίστεως καὶ τῆς ψυχικῆς αὐτῆς κενώσεως λόγοις καὶ πράξεσι τῇ ὑπηρεσίᾳ τοῦ πλησίον. Μοναχὴ τῆς Ὀρθοδόξου Ἐκκλησίας διεκρίθη ὡς πνευματικὴ χειραγωγὸς ψυχῶν πρὸς σωτηρίαν. Νοῦς πνευματώδης καὶ εὐφυέστατος ἐβοήθει τοῖς πλησίον προθύμως μὴ φειδομένη χρόνου καὶ κόστους. Ἡ ἀκτινοβόλος ὄψις τῆς μορφῆς αὐτῆς ἐμαρτύρει τὴν ἐσωτερικὴν αὐτῆς καθαρότητα καὶ ἐν Χριστῷ ζωήν. Ἡγίασε διὰ τῆς αὐτῆς ἀκραιφνοῦς πολιτείας τὴν Θεσσαλονίκην, ἐν ᾗ οἰκογενειακῶς κατέφυγε μετὰ τὴν ἀνταλλαγὴν τῶν πληθυσμῶν καὶ εἰς τὴν φιλοσοφικὴν σχολὴν τῆς ὁποίας ἐφοίτησεν, τὰς Ἀθήνας, ἐν αἷς ἠργάσθη καὶ κατέδειξε σπλάγχνα τῶν αὐτῆς οἰκτιρμῶν καὶ τὴν Ἀγγλίαν, ἐν ᾗ ἔλαβε τὸ πτυχίον τοῦ χειροποδιστοῦ, προσήνεγκε τὰς αὐτῆς ἀναργύρους ὑπηρεσίας πᾶσιν, ἰδιαιτέρως τοῖς ἐκεῖ ἐνοικοῦσι Κυπρίοις ἀδελφοῖς, καὶ ὡμολόγησε τὴν αὐτῆς φιλοπατρίαν καὶ τὸ γνήσιον Ὀρθόδοξον φρόνημα. Εἶτα ἀνεχώρησε δι’ Ἰνδίαν, ἔνθα διέπρεψεν ὡς ἱεραπόστολος τῶν ἐθνῶν, τυφλοῖς καὶ λεπροῖς ἀρήγουσα καὶ ζητοῦσα τὰ ἀπολωλότα πρόβατα. Εἰς Βηθανίαν τῆς Ἁγίας Γῆς φθάσασα ὑπείκει τῷ ἐκεῖ ὁσίῳ προεστῶτι καὶ ταῖς ἴχνεσι τῶν παλαιῶν ἀσκητριῶν ἠκολούθησε. Λαβοῦσα ἐν Πάτμῳ τὸ μικρὸν ἀγελικὸν σχῆμα ὑπὸ τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀμφιλοχίου, τοὐπίκλην Μακρῆ, ἐκίνησε δι’ ἱεραποστολικὰς περιοδείας αὖθις εἰς Ἰνδίας καὶ εἰς Δανίαν, Σουηδίαν, Γερμανίαν, Ἑλβετίαν καὶ Αὐστρίαν διὰ νὰ καταλήξῃ εἰς τὸ κλεινὸν τῶν Ἀθηνῶν ἄστυ. Ἐν αὐτῷ φιλοξενηθεῖσα ὑπὸ τοῦ ὁσίου πατρὸς Ἀγαθαγγέλου, τοὐπίκλην Μιχαηλίδου, παρεχωρήθη αὐτῇ ὁ «οἶκος τῶν Ἀγγέλων», τοὐτέστιν στέγη φοιτητῶν διὰ τὴν στέγασιν τῆς αὐτῆς ἀκενώτου ἀγάπης. Εἰς Αἴγιναν εἶτα ἐλθοῦσα κατέλαβε τὸ ἡσυχαστήριον τῆς Ἁγίας Σκέπης πλησίον τῆς Μονῆς τοῦ Ἁγίου Νεκταρίου, ὃ ἔδειξε φρέαρ προσφορᾶς καὶ πυξίδα πιστοῖς πρὸς σωτηρίαν. Τέλος μετὰ τὴν προσβολὴν αὐτῆς ὑπὸ καρκίνου καὶ τῇ θείᾳ ἐπεμβάσει θεραπείαν αὐτῆς κατέληξεν εἰς νῆσον Λέρον, ἔνθα θεοφιλῶς καὶ ὁσίως ἀσκήσασα παρέδωκε τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ ζῶντος τῆ 28ῃ Μαρτίου τοῦ σωτηρίου ἔτους 1991.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἡ ἀσκήτρια ἀγάπης ἡ νεόφωτος, ἱεραπόστολος ἡ θαυμαστὴ ἀληθῶς, ἡ ὁλοκαυτώσασα σαυτὴν τῶν ἔγγιστα χρείαις, τάχιστα ἡμῶν εὐχῶν ἐπάκουσον τῶν θερμῶν, Γαβριηλία.
Σὲ γεραίρομεν, Γαβριηλία πάντιμε, τὴν δαπανήσασαν σαυτὴν ἀγάπῃ βροτῶν, συμπάσχουσαν πάντοτε τοῖς χρείαν ἔχουσι καὶ ἀρήγουσαν τοῖς ἐνδεέσι, πίστεως λαμπηδών, Γαβριηλία.
Φῶς ἀείφωτον διακονίας ἔγγιστα, ἀγάπης κρείττονος καὶ συμπαθείας αὐτῶν, καρδίας ἐφώτισας τῶν προσιόντων σοι καὶ ἐν ᾄσμασι δοξολογούντων Κύριον Ἰησοῦν, Γαβριηλία.
Θεοτοκίον.
Ἀπειρόγαμε Παρθένε, ῥύου θλίψεων, δεινῶν στενώσεων, ἐπιβουλῆς τοῦ ἐχθροῦ καὶ πάσης κακώσεως τοὺς ἀνυμνοῦντάς σε ὡς Μητρόθεον σεμνὴν καὶ χαριτόβρυτον, Παναγία Θεοτόκε.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ῥείθροις τῆς ἀπείρου σου ἀγάπης ψυχὰς τὰς αὐχμώσας πάσας κατεδρόσισας καὶ αὐτῶν ἐπίανας χθόνα ἀγεώργητον, Γαβριηλία εὔψυχε, σεμνὴ ἀσκήτρια, δακρύων ἡ ποτίσασα ὄμβροις σὴν καρδίαν, μῆτερ, ἐνασκουμένων κλέος.
Ὄχημα ἀγάπης τοῦ Κυρίου ἐδείχθης, Γαβριηλία ἀξιάγαστε, πᾶσι μεταφέρουσα σῆς ψυχῆς συμπάθειαν καὶ ἅρμα θείας χάριτος ἀνθρώποις νέμουσα τὰς θείας δωρεὰς ἀναργύρως· ὅθεν τὴν σὴν μνήμην πανευλαβῶς τιμῶμεν.
Ὕμνοις καταστέφοντές σε θείοις, καὶ μέλποντες πολιτείας σου τὰ σκάμματα σήμερον τὴν μνήμην σου τὴν σεπτὴν καὶ πάντιμον, Γαβριηλία, ἅπαντες πανηγυρίζομεν καὶ πίστει δυσωποῦμέν σε· μῆτερ, ἴσθι σῶν προσφύγων προστάτις καὶ ἀκέστορ.
Θεοτοκίον.
Ὡς χαρίτων θείων μυροθήκην καὶ Τόκου σου δωρεῶν ταμεῖον ἄσυλον σέ, Θεογεννήτρια, πάντες μακαρίζομεν καὶ σπεύδοντες τῇ σκέπῃ σου καὶ προστασίᾳ σου Υἱόν σου, τὸν Σωτῆρα τοῦ κόσμου, ἀνυμνολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Δεῦτε οἱ χοροὶ, πιστῶν μακαρίσωμεν τὴν πνευματέμφορον, καὶ σεμνὴν ἀσκήτριαν, Γαβριηλίαν πιστῶς κραυγάζοντες· ἀγάπης θεῖον σκήνωμα καὶ σκεῦος χάριτος, τῆς μανίας, τοῦ ἐχθροῦ ἐκλύτρωσαι, τοὺς τιμῶντας τὴν πάνσεπτον μνήμην σου.
Ἤκουσαν τῶν σῶν, ῥημάτων πανίερε ἱεραπόστολε, ἔθνη πάντα κτίσεως, Γαβριηλία μῆτερ θεόσοφε, Ἑῴας καὶ τῆς Δύσεως πνευματοφόρητε, Μεσημβρίας καὶ Βοῤῥᾶ ἀσκήτρια, ἡ ἀνάγκας βροτῶν θεραπεύουσα.
Χαῖρε ἀῤῥαγὲς, Χριστοῦ βάθρον πίστεως πιστῶς κραυγάζοντες ,πόνους σου ἀσκήσεως, Γαβριηλία καὶ ἀναλώσεως ,ταῖς χρείαις πάντων ἔγγιστα σεπτῆς καρδίας σου, ἀνυμνοῦμεν, εὐσεβὲς ἀσκήτρια, ἡ κατέχουσα πνεῦμα Ὀρθόδοξον.
Θεοτοκίον.
Μέμνησο ἡμῶν τῶν μακαριζόντων σε, Θεογεννήτρια, καὶ τιμῶντας σκάμματα Γαβριηλίας τῆς οὐρανόφρονος, ἡ τὸν Σωτῆρα κτίσεως ἀποκυήσασα, τοῦ θανάτου κράτος τὸν πατήσαντα καὶ τὸ γένος μερόπων θεώσαντα.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῆς προσφορᾶς καὶ ἀγάπης, Γαβριηλία, λαμπηδών, ψυχὰς ἐθέρμανας πάντων σοὶ προσιόντων εὐλαβῶς καὶ κατεφώτισας κόσμον αὐγαῖς ταῖς πνευματικαῖς σου.
Θεοτοκίον.
Χριστιανῶν ἡ προστάτις, ἐμπεριστάτων προσφυγή, ἡ χαρμονὴ θλιβομένων καὶ ὁδοιπόρων ἀσφαλὴς πορεία, Μῆτερ Ὑψίστου, σκέπε καὶ φρούρει σοὺς δούλους.
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὤ, τοῦ παραδόξου θαύματος !
Κρίνον Κωνσταντινουπόλεως, Γαβριηλία σεμνή, νέον, κόσμον καθήδυνας εὐωδίᾳ πόνων σου καὶ ὀδμαῖς θείων λόγων σου, πνευματοφόρε Χριστοῦ ἀσκήτρια, ἡ χρείαις πάντων σαυτὴν κενώσασα τοὺς προσιόντας σοι καὶ οὓς σοὶ προσήγγισας πρὸς τοῦ Χριστοῦ ὄνομα γνωρίσεως, ἱεραπόστολε.
Χαῖρε, τῆς ἀγάπης σκήνωμα, Γαβριηλία, πηγὴ προσφορᾶς καὶ κενώσεως πλούτου τῆς καρδίας σου πρὸς μακρὰν καὶ τοὺς ἔγγιστα, χαῖρε, προστάτις πενήτων ἄμεσε, χαῖρε, μητέρων τῶν νέων σέμνωμα, χαῖρε, ὑπόδειγμα βίου καθαρότητος, χαῖρε, κρηπὶς εὐσεβείας ἄσειστος, χαῖρε, δᾲς πίστεως.
Χαῖρε, προσφορᾶς ὁμόζηλε Ἀγαθαγγέλου σεμνοῦ, παραδόντος σοι οἴκημα, ὅπερ ἐπωνόμασας τῶν Ἀγγέλων κατάστημα, ἐν ταῖς Ἀθήναις τὴν εὐποιΐαν σου ἵνα στεγάσῃ, φιλοξενίαν σου καὶ καθοδήγησιν σὴν πρὸς πάντας κάμνοντας καὶ ἐνδεεῖς, χαῖρε, λύχνε χάριτος φωοειδέστατε.
Μνήμην τὴν σεπτήν σου ἄγοντες, Γαβριηλία, λαμπρῶς καὶ ζηλοῦντες σὰ σκάμματα, μῆτερ εὐσυμπάθητε, ἀρετῆς πρὸς τελείωσιν καὶ πρὸς ἀγάπης ἔργων διάδοσιν ἐν κατανύξει ἀναβοῶμέν σοι· σκέπε καὶ φύλαττε, περιφρούρει ἅπαντας καὶ ἐκ δεινῶν ῥύου τοὺς τιμῶντάς σε ψαλμοῖς καὶ ᾄσμασι.
Δόξα. Ἦχος πλ. α΄.
Τὴν ἐγείρασαν ἐκ τῆς κλίνης τῶν παθῶν πρὸς ἀπάθειαν, ἐκ τῆς ἁμαρτωλότητος πρὸς τὴν μετάνοιαν, ἐκ τῆς ἀνεχείας πρὸς τὴν δι’ ἀγαθῶν πλήρωσιν, ἐκ τῆς ἀγνωσίας πρὸς τὴν γνῶσιν καὶ ἐκ τῆς πλάνης ποὸς τὴν Ὀρθόδοξον πίστιν χοϊκῶν τὰ συστήματα, Γαβριηλίαν, τιμήσωμεν, τὴν πνευματοφόρον, αὐτῇ βοῶντες· μῆτερ εὐσυμπάθητε, ἀποστόλων ὁμόζηλε καὶ ἀγάπης σύνοικε, μὴ παύσῃ δεομένη τοῦ Κυρίου τῆς δόξης ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ σωτηρίας τῶ ψυχῶν τῶν τιμώντων τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,... Δοξολογία Μεγάλη καὶ 'Απόλυσις. *****************************************
Ε Ν Τ ῌ Λ Ε Ι Τ Ο Υ Ρ Γ Ι ᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Ὁσίας ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.
Ἀπόστολος πρὸς Γαλάτας. (Κεφ. ε΄ 22 - στ΄ 2 ). Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματος ἐστιν ἀγάπη, χαρά,... Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ΄ Ἑβδομάδος. Εὐαγγέλιον κατὰ Ματθαῖον. (Κεφ. κε΄ 1 - 13 ). Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις... Ζήτει τῷ Σαββάτῳ Δεκάτῳ ἕκτῳ τοῦ Ματθαίου.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.
Ἱεραποστόλων τὴν νεαυγῆ καὶ φαιδρὰν λαμπάδα, νέον εὖχος ἀσκητριῶν, τὴν ἀναλωθεῖσαν ἀγάπῃ τοῦ πλησίον, Γαβριηλίαν, πόθῳ ἀνευφημήσωμεν.
Τετράστιχον.
Γαβριηλίαν ὕμνησε Χαραλάμπης, ὑπ’ Ἀγαθαγγέλου εὐεργετηθεῖσαν, αὐτοῦ ὁσίου πνευματικοῦ Γέροντος, ἐκθύμως, Ἐφραὶμ χάριν, ἀρχιμανδρίτου.
Τ Ε Λ Ο Σ Κ Α Ι Δ Ο Ξ Α Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ Θ Ε ῼ Η Μ Ω Ν
Ἀριθμ. Καταλ. 390/ 29-3-07
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου