Κυριακή 19 Αυγούστου 2018

Ἁγίου Νεκταρίου Πενταπόλεως Υμνοι προς την Θεοτοκον



Ὕμνος ξα΄
Εἰς τὴν Μητροπάρθενον
Μαρίαν
Ὁ Θεὸς τὸ ἡμέτερον φύραμα
ἐν γαστρί σου, Παρθένε, προσείληφεν
καὶ θεότητα μίαν ἐδίδαξε
τρισυπόστατον σέβειν τρισήλιον.

Ἰατρὸν τοῖς ἀνθρώποις ἐκύησας
παντοδύναμον Λόγον τὸν Κύριον
τὸν ἰώμενον πάντας τοῦ κρίματος
καὶ πληγῆς τῆς πατρῴας, Πανάχραντε.

Ἐκ φωτὸς φωτοδότην συνέλαβες
καὶ τεκοῦσα ἀφράστως δεδόξασαι·
Πνεῦμα Θεῖον ἐν Σοὶ γὰρ ἐσκήνωσε
καὶ Μητέρα Θεοῦ Σε ἀνέδειξε.

Διαχρύσῳ ἐσθῆτι λαμπρύνας Σε
ὁ Υἱὸς ὡς Βασίλισσαν αἴγλῃ Σε
τῇ τοῦ Πνεύματος, Κόρη, ἐδόξασε,
δεξιοῖς δὲ αὑτοῦ Σε ἐκάθισε.

Ἐνεκρώθη ὁ θάνατος, Δέσποινα,
κατηργήθη φθορᾶς τὸ κατάκριμα
τῷ καρπῷ σου· ζωὴν γὰρ ἐβλάστησας
καὶ φθορᾶς τοὺς πιστοὺς ἠλευθέρωσας.

Ἡ σκιὰ ἡ τοῦ νόμου ἠσθένησεν·
ἡ γὰρ χάρις τῷ κόσμῳ ἀνέτειλε
καὶ φωτὸς ἀϊδίου ἐπλήρωσε
Σῇ ἀχράντῳ κυήσει, Θεόνυμφε.


Ὕμνος ξβ΄
Εἰς τὴν Μητέρα
τοῦ Θείου Λόγου

Νεανίας οὐκ ἔφλεξε κάμινος
τὸ ἐν Σοὶ προτυποῦσα μυστήριον·
τὸ γὰρ θεῖον μὴ φλέξαν ἐνῴκησε
ἐν νηδύι σου, ἄχραντε Δέσποινα.

Μακαρίζουσι πάντα τὰ πέρατα,
Μητροπάρθενε, ὡς προεφήτευσας,
φωτιζόμενα ταῖς Σαῖς ἐλλάμψεσι
ὡς Μητέρα Θεοῦ καὶ γεραίρουσι.

Ἱλαστήριον φύσεως πέφυκας,
Θεομῆτορ· καὶ γὰρ τὸν καθήμενον
Χερουβεὶμ ἐπὶ θρόνου ἀγκάλαις Σου
ὑπεβάστασας, Κόρη Πανύμνητε.

Ἐκ γαστρός Σου προῆλθεν ὁ ἄδυτος,
Θεοτόκε πανάχραντε, ἥλιος·
καὶ αὐγαῖς τρισηλίου Θεότητος
τοὺς ὑμνοῦντάς Σε πάντας κατηύγασεν.

Τὴν νομὴν ἁμαρτίας ἀνέστειλεν
ὁ Θεός μου γενόμενος ἄνθρωπος
καὶ γενάρχας τοῦ πρὶν κατακρίματος
ὡς Θεὸς ἀγαθὸς ἠλευθέρωσε.

Ὁ Θεὸς ὁ ὢν φύσει ἀΐδιος
εἰληφὼς κτιστὴν φύσιν ἀνθρώπινον
ἐν νηδύι Σου, Κόρη Πανάχραντε,
τὴν φθαρεῖσαν τὸ πρὶν ἀνεμόρφωσε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΦΩΣ Ο ΠΑΤΗΡ,ΦΩΣ Ο ΛΟΓΟΣ,ΦΩΣ ΚΑΙ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ

ΦΩΣ Ο ΠΑΤΗΡ,ΦΩΣ Ο ΛΟΓΟΣ,ΦΩΣ ΚΑΙ ΤΟ ΑΓΙΟΝ  ΠΝΕΥΜΑ

προσευχη.....

προσευχη.....