προσφατες αναρτησεις

Σάββατο, 21 Φεβρουαρίου 2015

ΕΣΠΕΡΙΝΟΣ


  • ΕΣΠΕΡΙΝΟΣ
  • Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
  • Ἀμήν.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
  • Ψαλμὸς ργ’ (103)
  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶνὀρέων διελεύσονται ὕδατα.
  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκμέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ
  • μεγάλων.
  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου,
  • τὸν Κύριον.
  •  
  • Καὶ πάλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

  • Δόξα Πατρὶ... Καὶ νῦν...

  • Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

  • Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

  • Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου,εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ,
  • εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου,ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ
  • εἰσάκουσόν μου, Κύριε.
  • Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
  • Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
  • Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
  • Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
  • Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
  • Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
  • Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
  • Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
  • Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
  •  
  • Ψαλμὸς ρμα’ (141)

  • Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
  • Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
  • Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
  • Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
  • Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
  • Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
  • Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
  • Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
  • Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

  • --10Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

  • --Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου
  • ἐπ᾿ ὤμων ἀναλαβών, ὅλον ἀνατέθεικας, σεαυτὸν τῷ
  • Κυρίῳ σου· καὶ σαρκὸς ἔξω Πάτερ, καὶ κόσμου γενόμενος,
  • τοῦ Ἁγίου γέγονας, συνόμιλος Πνεύματος· ὅθεν καὶ πρὸς
  • ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας, τὰς
  • ἐρήμους ἐπόλισας, θεοφόρε Ἀντώνιε. Πρέσβευε Χριστῷ
  • τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
  • ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

  • --Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

  • 9 Ότε απεφάνθη κατά σού, Μάρτυς σεμνοτάτη Βαρβάρα,ο γλυκύς θάνατος,
  • χαίρουσα καί σπεύδουσα, τόν δρόμον ήνυσας, ασεβούς δέ γεννήτορος,
  • χερσί παρανόμοις, τέθυσαι καί
  • κάρπωμα, Θεώ προσήνεξαι, όθεν, ταίς φρονίμοις Παρθένοις,
  • όντως συγχορεύουσα βλέπεις, Χριστού τού νυμφίου σου τήν έλλαμψιν.


  • Ψαλμὸς 129

  • --Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
  • --Τὸν Σταυρόν τοῦ Κυρίου ἄρας σοφέ, καὶ αὐτῷ μέχρι
  • τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ
  • θεόσοφε· ἀλλ᾿ ἐγκρατείας πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ
  • ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίω σου· ὅθεν χαρισμάτων
  • ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ
  • πνεύματα, θεοφόρε Ἀντώνιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ,
  • τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
  • πόθῳ, τὴν ἁγίαν μνήμην σου.

  • 8 --Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

  • 7--Ὅσιε Πάτερ Ἀντώνιε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ,
  • ἐπὶ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ
  • Σατᾶν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας,
  • διὰ τοῦ τρόπου τῆς πολιτείας σου. Ὢ παμμακάριστε,
  • ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε,
  • ἐλεηθῆναι ἡμᾶς.

  • Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.

  • 6 Μίαν η Βαρβάρα αληθώς, Ιουλιανή τε τήν γνώμην,
  • πρός τήν ευσέβειαν, έχουσαι αι άγιαι κατηγωνίσαντο,
  • τού εχθρού, καί νικήσασαι, αυτόν κατά κράτος, δόξης
  • ηξιώθησαν, παρά Χριστού τού Θεού, όθεν λοιμικών
  • παθημάτων, λώβην αφανίζουσαι πάσι, τοίς πιστοίς
  • παρέχουσιν ιάματα.


  • Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
  • ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

  • 5 Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε,
  • καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος
  • εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.

  • Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

  • 4 Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν,
  • καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν·
  • ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς,
  • ἐκ τῶν ἀνομιῶν ἡμῶν.

  • Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται  τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

  • 3Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν
  • Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν·
  • ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ
  • ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

  • Ψαλμὸς 116

  • Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

  • 2--Πίστει συνελθόντες πάντες σε, ὡς Ἀσκητὴν τοῦ
  • Χριστοῦ, σὲ τιμῶμεν Ἀντώνιε, γεγηθὼς γὰρ ὥδευσας,
  • ἐν ἐρήμοις σαφέστατα, καθηγητής τε ταύτης ἐγένου
  • πιστός, ὅθεν σοι πάντες, ἡμεῖς κραυγάζομεν.
  • Ὢ παμμακάριστε, Μοναστῶν τὸ καύχημα,
  • τῷ Λυτρωτῇ, ἀπαύστως ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς.

  • Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

  • 1--Πάτερ Πατέρων Ἀντώνιε, τῇ ἀκορέστῳ στοργῇ,
  • τοῦ Χριστοῦ καὶ τῷ ἔρωτι, τὴν ψυχὴν κινούμενος,
  • ἐν ἐρήμοις ἐζήτησας, αὐτὸν θορύβους, ἐκκλίνας ἅπαντας,
  • καὶ μόνος τούτῳ, μόνῳ ὡμίλησας, νοΐ ἑνούμενος,
  • καὶ φωτὸς πληρούμενος, ᾧ καὶ ἡμῶν, τὰς ψυχὰς
  • καταύγασον, τῶν ἀνυμνούντων σε.

  • Δόξα...
  • Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι θεσπέσιε, τῶν ἀρετῶν
  • κατέλαβες, τὴν ἀκρόπολιν δι᾿ ἀσκήσεως, ἐκ τῆς ἐρήμου
  • πολεύων, τῆς ἄνω Ἱερουσαλήμ, τὰ ὑπερκόσμια,
  • καὶ τῶν ἐκ πόνων ἀγώνων, ἀξίως τὰ γέρα κομισάμενος,
  • ταῖς οὐρανίαις συναγάλλῃ, ταξιαρχίαις Παμμακάριστε,
  • τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Βασιλείας
  • οἰκήτωρ γενόμενος. Ἀλλὰ πρέσβευε θεοφόρε
  • Ἀντώνιε, τῷ Σωτῆρι τῶν ὅλων,
  • εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν. 
  •  
  • Καὶ νῦν...Θεοτοκίον

  • Παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί· σκιρτάτω
  • ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ
  • ἡμᾶς ἡ ἁγίαΘεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς παρθενίας,
  • ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος,
  • τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων,
  • ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος,
  • ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα,
  • ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβεὶμ
  • μετὰ σώματος βαστάσασα.
  • Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

  • Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου,ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.


  • Τῷ Σαββάτῳ ἑσπέρας Ἦχος πλ. β'

  • Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

  • Στίχ: Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

  • Στίχ: Καὶ γὰρ ἐστερεωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

  • Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ'

  • Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

  • Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου
  • Θεοῦ ἡμῶν.

  • Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ'

  • Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

  • Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου.

  • Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α'

  • Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς
  • ἡμέρας της ζωῆς μου.

  • Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

  • Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α'

  • Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ
  • δυνάμει σου κρινεῖς με.

  • Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.

  • Τῇ Πέμπτῃ ἑσπέρας Ἦχος πλ. β'

  • Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν
  • οὐρανὸν καὶ τὴν γῆν.

  • Στίχ. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

  • Τῇ Παρασκευῇ ἑσπέρας Ἦχος βαρὺς

  • Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
  • Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.
  •  
  • Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ,
  • ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς
  • εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν,
  • καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς
  • αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς,
  • καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε.
  • δίδαξόν με τὰ δικαιώματά σου.
  • Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ
  • δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε,
  • φώτισόν με τοῖς
  • δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα,
  • τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
  • Σοὶ πρέπει αἶνος, σοὶ πρέπει
  • ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ
  • καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
  • αἰῶνας των αἰώνων. Ἀμήν.


  • Δεδοξασμένη ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία,
  • τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί,
  • τὸν Υἱὸν τοῦ ἀνάρχου Πατρός,
  • συναϊδίῳ τε Πνεύματι ἀληθῶς· ὃν ἱκέτευε
  • σωθῆναι ἡμᾶς.

  • Ἀπόστιχα ἐν ταῖς ἄλλαις ἡμέραις

  • Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν
  • κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ
  • δούλων εἰς χεῖρας τῶν
  • κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας
  • τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς
  • Κύριον τὸν Θεὸν
  • ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς.

  • Οἱ συνεχόμενοι θλίψεσιν ἀδοκήτοις ἁγνή, σὲ προστασίαν μόνην, κεκτημένοι Παρθένε, βοῶμεν εὐχαρίστως·
  • Σῶσον ἡμᾶς, Παναγία θεόνυμφε· σὺ γὰρ
  • ὑπάρχεις τοῦ κόσμου καταφυγή, καὶ
  • ἀντίληψις τοῦ γένους ἡμῶν.
  •  
  • Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ
  • ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ
  • ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς
  • ὑπερηφάνοις.

  • Ἀνεκαινίσθη ὁ κόσμος ἐν τῇ κυήσει σου, θεοκυῆτορ Κόρη,
  • τῶν πιστῶν σωτηρία, καὶ ἄγρυπνος προστάτις τῶν εὐσεβῶς,
  • αἰτουμένων σε Ἄχραντε· μὴ διαλείπῃς πρεσβεύουσα ἐκτενῶς,
  • ὑπὲρ πάντων τῶν ὑμνούντων σε.
  • Δόξα...Δοξαστικὸν --
  • Τὸ κατ᾿ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ
  • παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος, εἰς τὸ καθ᾿ ὁμοίωσιν
  • ὡς δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τήν φύσιν
  • ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον, καθυποτάξαι τῷ κρείττονι,
  • καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι· ὅθεν μοναζόντων,
  • ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου,
  • εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς
  • ἀκριβέστατος· καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων
  • λυθέντων Ἀντώνιε, καθαρῶς ἐποπτεύεις τὴν ἁγίαν Τριάδα,
  • ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
  • Καὶ νῦν...Θεοτοκίον

  • Νεφέλην σε φωτὸς ἀϊδίου, Παρθένε, ὁ Προφήτης
  • ὠνόμασεν· ἐν σοὶ γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, καταβὰς ὁ Λόγος τοῦ
  • Πατρός, καὶ ἐκ σοῦ ἀνατείλας, τὸν κόσμον ἐφώτισε,
  • τὴν πλάνην κατήργησε, Χριστὸς ὁ Θεὸς ἡμῶν. Αὐτὸν ἱκετεύουσα ἐκτενῶς,
  • Παναγία δεόμεθα, μὴ παύσῃ ὑπὲρ ἡμῶν, τῶν ἀληθῆ Θεοτόκον
  • ὁμολογούντων σε.

  • Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.


  • Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
  • ἡμᾶς. (ἐκ γ')

  • Δόξα Πατρὶ... Καὶ νῦν...
  • Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.
  • Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
  • Δόξα Πατρὶ... Καὶ νῦν...

  • Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.ΑΜΗΝ

  • Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
  • Δόξα...
  • Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
  • Καὶ νῦν...
  • Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
  • ὁ Ἀναγνώστης (πρᾳείᾳ τῇ φωνῇ) :
  • Κύριε ἐλέησον, μ'(40).
  • Δόξα Πατρὶ… Καὶ νῦν…
  • Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
  • Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

  • Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν .
  • Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν μονήν)
  • ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

  • Θεοτοκίον Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου

  • Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθέν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
  • Σοφία! Εὐλόγησον.
  • Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν , πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.

  • Ἀμήν .
  • Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
  • Δόξα... Καὶ νῦν... , Κύριε ἐλέησον (γ'), Δέσποτα ἅγιε,
  • εὐλόγησον.
  • Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

  • Δι' εὐχῶν των ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.