Πέμπτη 22 Οκτωβρίου 2015

Αγία Σκέπη της Υπεραγίας Θεοτόκου εν Βλαχέρναις


"Ἄγγελοι οὐρανόθεν, καὶ βροτῶν πλήθη γῆθεν, συμφώνως ἀνυμνήσωμεν πόθῳ, τὴν ὑπέρφωτον Σκέπην Μητρὸς Θεοῦ, ἣν Ἀνδρέας ὁ κλεινὸς κατεῖδε, καὶ πρὸς αὐτὴν ἐφύμνια προσείπωμεν ἀναβοῶντες,


Χαῖρε ἡ Σκέπη Μητρὸς Κυρίου,
Χαῖρε μαφόριον τῆς Πανάγνου.
Χαῖρε ἡ πάντας τοὺς πιστοὺς περισκέπουσα,
Χαῖρε ἐναντίους ἐχθροὺς καταθραύουσα.
Χαῖρε ὅτι τοὺς σοὺς πρόσφυγας περισκέπεις φεραυγῶς·
Χαῖρε ὅτι τοὺς καλοῦντάς σε, διασώζεις ἐναργῶς.
Χαῖρε στῦλε ὄντως πύρινε, ὁδηγοῦσα τοὺς πιστούς,
Χαῖρε κλῖμαξ ἐπανάγουσα ἀπὸ γῆς πρὸς οὐρανούς.

Χαῖρε Σκέπη Πανάγνου, εὐσεβῶν σωτηρία,
Χαῖρε Μήτηρ Κυρίου, μοναστῶν προστασία.
Χαῖρε δι' ἧς ἡ χάρις ἐπέλαμψε,
Χαῖρε ὑφ' ἧς ἡ λύπη κατέπαυσε.
Χαῖρε Σκέπη ὁλόφωτε".

Αγία Σκέπη της Υπεραγίας Θεοτόκου εν Βλαχέρναις
(Εορτάζει στις 1 Οκτωβρίου εκάστου έτους).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΦΩΣ Ο ΠΑΤΗΡ,ΦΩΣ Ο ΛΟΓΟΣ,ΦΩΣ ΚΑΙ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ

ΦΩΣ Ο ΠΑΤΗΡ,ΦΩΣ Ο ΛΟΓΟΣ,ΦΩΣ ΚΑΙ ΤΟ ΑΓΙΟΝ  ΠΝΕΥΜΑ

προσευχη.....

προσευχη.....