προσφατες αναρτησεις

Κυριακή, 8 Ιουλίου 2018

Ὁσίου Θεοφίλου Μυροβλύτου εὐχή ἐξομολογητική (συνταχθείσα το 1518/1519)

                     Î‘ποτέλεσμα εικόνας για θεοφιλος αγιορειτης εκ ζιχνων


Κύριε Ἰησοῦ Χριστέ, Υἱέ τοῦ Θεοῦ, ἐλέησόν με τόν  ἀνάξιον.
Κύριε Ἰησοῦ Χριστέ, Υἱέ τοῦ Θεοῦ, ἱλάσθητί μοι τῶ  ταλαιπώρω.
Κύριε Ἰησοῦ Χριστέ, Υἱέ τοῦ Θεοῦ, διά τῆς  μακαρίας Παρθένου καί πάντων σου τῶν Ἁγίων,  συγχώρησόν μοι ὃτι οὐδέν ἐποίησα ἀγαθόν ἐνώπιόν σου, ἀλλά δός μοι κατά τήν σήν χρηστότητα βαλεῖν
ἀρχήν ἀγαθήν.
Ἐξομολογοῦμαι σοι, Κύριέ μου, Κύριε γλυκύτατέ  μου Ἰησοῦ· χαρακτήρ καί ἀπαύγασμα τῆς δόξης τοῦ εὐλογημένου σου Πατρός· ὁ δι’ ἡμᾶς γενόμενος
ἄνθρωπος, ἵνα καλέσης ἁμαρτωλούς εἰς μετάνοιαν· ὅσα σοι ἥμαρτον· ὅσα παρώργισα· ὅσα εἰς  ἀγανάκτησίν σου διεπραξάμην, ὡς ἐνώπιον τοῦ ἁγίου
θρόνου τῆς δόξης σου παριστάμενος· ὡς τῶν  ἀχράντων σου ποδῶν ἐφαπτόμενος καί ἅ εν συντετριμμένη καρδία προσφέρω τάς πράξεις μου· ἀπό πρώτης μου ἡλικίας, ὑπέρ ἄσωτον, ἀσώτως
ἐβίωσα· πᾶσαν ἁμαρτίαν, πᾶσαν κακίαν καί πᾶσαν  πονηρίαν ἐφεῦρον. Τό γάρ ἐν ἐμοί κατ’ εἰκόνα σου  μολύνας ἠχρείωσα· τό θεότευκτον ἄμφιον ἐρρύπωσα
καί ἀνάξιον τοῦ βασιλικοῦ γάμου ἐποίησα· τήν σφραγῖδα τοῦ ἁγίου βαπτίσματος ἔλαβον Κύριε· τόν
χιτῶνα τῆς ἀφθαρσίας ἐφόρεσα· τῶ Πνεύματί σου τῶ  ἁγίω υἱοθετήθην· ἀπελούσθην· ἐκαθάρθην·
ἡγιάσθην· υἱός φωτός ἀνεδείχθην, καί Θεοῦ δῶρον  ἐκλήθην· ἀλλά μοχθηρία γνώμης καί ἀφροσύνη  νεότητος, ἀκαθέκτοις ὁρμαῖς ἐξακολουθήσας, ἐν
γνώσει καί ἀγνοία ἥμαρτον ὡς οὐδείς.
μαρτον Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ· ἐν παιδοφθορίαις·
 ἐν μαλακίαις· ἐν συνδυασμοῖς· ἐν  συγκαταθέσεσιν· ἐν ἀρσενοκοιτίαις· ἐν πορνείαις· ἐν  αἰσχραῖς καί ἀρρήτοις μίξεσι, ἐμψύχων τε καί  ἀψύχων· 
ἐν φόνοις· ἐν φθόνοις· ἐν βασκανίαις·
 ἐν  μνησικακίαις· ἐν ἐπιορκίαις·
 ἐν βλασφημίαις· ἐν  ἐπαοιδίαις (μαγικές επικλησεις?)· ἐν φαρμακείαις· 
ἐν περιάπτοις(φυλαχτα εξορκισμων κλπ)· ἐν μέθαις· ἐν ἀδικίαις· 
ἐν πλεονεξίαις· ἐν παραχορτασμοῖς· ἐν  κλεψίαις· ἐν ψεύδεσι· 
ἐν ψευδομαρτυρίαις·
 ἐν  ἱεροσυλίαις· ἐν λαθροφαγίαις·
 ἐν γαστριμαργίαις· ἐν  ἀπάταις· 
ἐν λοιδορίαις· ἐν ὕβρεσιν· ἐν 
κονδυλισμοῖς  πτωχῶν
(κακομεταχειρηση)· ἐν ὀνείδεσι· 
ἐν δέλτοις παραχαράξας τό  δίκαιον· ἐν επιβουλαῖς· ἐν συκοφαντίαις· ἐν  συμβουλίαις πρός ἁμαρτίαν· ἐν δοσοληψίαις· ἐν ἤθεσι καί ἐσθιάσεσι (ντυσιματα) καί συνδιαγωγαῖς
(συναναστροφες) ἐθνικῶν· ἐν  ἀντιλογίαις καί παρακοαῖς καί κατάραις γονέων καί  πνευματικῶν πατέρων· καί οὐ μόνον  ἅ  εἶδον  καί
ἤκουσα καί ἔπραξα, ἀλλ’ οὐδέ ἅ νοῦς ἀνθρώπου ἤ  δαίμονος ἐξευρεῖν δύναται ἤ ὀνομάσαι, ταῦτα ἐξεῦρον καί πέπραχα· λόγω· ἔργω· γνώμη· διαθέσει καί  διανοίας κινήμασι καθ’ ἑκάστην· καί ἐξαγορεύω σοι αὐτά, Κύριέ μου, Κύριε γλυκύτατε Ἰησοῦ. Τά δέ λοιπά  ὡς ἀναρίθμητα ὄντα καί ἀνώνυμα καί ἄρρητα καί  ἀνενθύμητα, ἡ σή ἀγαθότης ἐπίσταται, καί  συγχώρησοί μοι ἅπαντα, ὡς οἶδας καί ὡς θέλεις.
Μετά δέ τό λαβεῖν με τό σχῆμα καί Θεοῦ δόσις  κληθῆναι, τοῖς αὐτοῖς καί χείροσι περιέπεσον· καί ὡς  κύων ἐπί τόν ἲδιον ἐτράπην ἒμετον· πράξει· γνώμη·
λόγω· θέσει καί διανοία· οὐδεμίαν ἰδέαν κακίας καί  πονηρίας καί περιεργείας καί αἰσχροπραγίας· καί  βδελυρίας, ψυχικῆς καί σωματικῆς, εἴασα ἄπρακτον·
καί τάς συνθῆκας τοῦ ἁγίου βαπτίσματος καί τοῦ  σχήματος μυριάκις ἠθέτησα· καί ὡς ὗς (γουρούνι) ἐπί  τόν βόρβορον τῶν παθῶν ἐκυλίσθην· καί γέλως  δαιμόνων καί ἀνθρώπων κατέστην, καί χλευασμός
τοῦ ἀγγελικοῦ σχήματος· ὅθεν καί τρίτον συνεθέμην,  ὁ καθ’ ἑκάστην παραβαίνων τάς ἁγίας ἐντολάς· καί  τό μέγα καί ἀγγελικόν σχῆμα τό δοκεῖν ἔλαβον, ὁ
ἀνάξιος καί τῆς Χριστιανῶν κλήσεως· καί Θεοῦ φίλος  ἐκλήθην, ὁ τά Θεῶ ἐχθρά πράττων καί πράξας· καί  τό μέν σχῆμα καί τήν κλῆσιν ἀμείβων, ἐμαυτόν
ἀπατῶ· ἡ γάρ μοχθηρά γνώμη, τοῖς προτέροις καί  χείροσι καί δεινοτέροις ἐπιμένει· καί ἵνα τό ἀληθές
εἴπω, τῶ κωδίω (μέ τήν προβιά) βούλομαι τόν ἔνδον  λύκον καλῦψαι· τό σῶμα περιέθηκα σχῆμα εὐλαβείας
ἐνώπιον τῶν θεατῶν, ἡ δέ ψυχή κεκύλισται ἐν  λογισμοῖς καί πάθεσιν ἀτιμίας καί βδελυγμίας· τί  πλανᾶ με τό σχῆμα, ξένον ὄντα τῶν ἔργων καί
ἀρετῶν καί τά ἐναντία ποιοῦντα ἐνώπιόν σου, Κύριέ μου, Κύριε γλυκύτατέ μου Ἰησοῦ· οὐαί μοι, ποία αἰσχύνη με καταλάβοι, ὅταν ὄψωνταί με
κατακριθέντα οἱ νῦν μακαρίζοντές με· οἴμοι, οἴμοι· φοβοῦμαι τούς νῦν εὐλαβουμένους μοι, ὅταν ἐνώπιον
αὐτῶν αἰσχυνθῶ διά τάς κρυπτάς μου ἁμαρτίας· οὐαί  μοι, ὅτι διά τούς ὁρῶντας με σωφρονῶ, ἔσωθεν δέ ἀεί πορνεύω· ἐντυγχάνω τοῖς ξένοις πάθεσιν, καί
ἀπασχολούμενος εἰς λήθην τῶν ἡμετέρων ἔρχομαι· ἐπιπλήττω τούς κάμνοντας, τυφλός ὤν αὐτός· ἰατρός
θέλω γενέσθαι ὁ ἄθλιος τῶν παθῶν, αὐτός ἐγώ ὑπ’αὐτῶν αἰχμαλωτιζόμενος· οὔπω εἰς ἐπίγνωσιν καί  ἀλήθειαν ἦλθον, καί ἄλλους ἐξ οἰήσεως διατάσσω· ἐν
ἁμαρτίαις κατασπιλοῦμαι, καί ὡς δίκαιος θέλω  νομίζεσθαι· πάσης αἰσχρᾶς ἐνθυμήσεως καί  ἀκαθαρσίας καί ρυπαρίας, εὑρετήριον καί δοχεῖον καί
θησαυροφυλάκιον πεφυκώς, καί ἐάν μή τις εἴπη μοι “ἡ ἁγιωσύνη σου”, ἄχθομαι αὐτόν· ἐν ἐκκλησία ἱστάμενος καί εὐχῆ, τόν ναόν τοῦ Θεοῦ καταρρυπῶ ἐν
ρυπαροῖς καί ἀσέμνοις λογισμοῖς καί κενοδοξία καί  μνησικακία καί ἀνθρωπαρεσκεία· καί φθόνω καί
κατακρίσει· οὐ μόνον γάρ έν οἷς ἀθλίως περιπέπτωκα πάθεσι ἐν τούτοις ὡς αἰχμάλωτος περιάγομαι, ἀλλ’ εἰς
ἅ ἐξ’ ἀλλοτρίων πράξεων εἰς ἀκοήν ἐλθόντων, ἤ  ὁραθέντων, ἐμαυτῶ συνάγω πονηρά εἴδωλα, ἐγώ δέ ὁ
ἄθλιος σκεπάζω αὐτά ἀπό τῶν ἀνθρώπων· οὐαί μοι, ὅτι περί σωφροσύνης διαλεγόμενος, τῆ ἀσελγεία τόν  νοῦν καί τό σῶμα καταμιαίνομαι· ὄντως σχῆμα  εὐσεβείας περίκειμαι, καί οὐ τήν δύναμιν.
Κύριέ μου, Κύριε γλυκύτατέ μου Ἰησοῦ· ὁ Θεός τῶν   οἰκτιρμῶν· ἡ τοῦ ἐλέους ἄβυσσος· ὁ μετανοῶν  ἐπί κακίαις ἀνθρώπων· ἐμέ μετανοοῦντα ἀρτίως καί
πίστει προσερχόμενον ὑπόδεξαι καί οἰκτείρησον·  ἐλέησον τήν ἐμήν καρδίαν, τήν συντετριμμένην τοῖς  πάθεσι καί τεταπεινωμένην ταῖς ἁμαρτίαις καί
κατακεκριμένην ὑπό τοῦ συνειδότος, ἐπί τό μή  φυλάξαι τάς ἱεράς συνθῆκας τοῦ ἁγίου βαπτίσματος,  καί τοῦ θείου καί μεγάλου σχήματος τῶν μοναχῶν·
καί νῦν διά τάς αὐτάς καί τάς προτέρας ὑποσχέσεις,  στενάζω καί ὀδύρομαι, ἐλεηθῆναι δωρεάν καί μόνη
χρηστότητι συγχωρηθῆναι ,πιέσεων καί τῶν κολάσεων ἐλευθερωθῆναι ἐν τῆ φοβερᾶ ἡμέρα τῆς  κρίσεως.
Ναί, Κύριέ μου, Κύριε γλυκύτατέ μου Ἰησοῦ, σῶσον με ἀπεγνωσμένον καί σοί μόνω τάς ἐλπίδας ἀναθεμένω, καί μή καταισχύνεις με ἀπό τῆς ἐλπίδος
καί προσδοκίας μου· οἰκτείρησόν με, τόν τούς σούς  οἰκτιρμούς ἐπικαλούμενον· καθάρισόν με τόν  ἐσπιλωμένον· λεύκανον τόν ρυπωθέντα μοι χιτῶνα·
διάσωσόν με, τόν ἄσωτον· μή κατακρίνης με, τόν  κατακεκριμένον· μή παραδώης νοητοῖς θηρίοις ψυχήν
ἐξομολογουμένην σοι· μή τῆ φλογί τῆς γεένης  καταδικάσης με, διά τήν παράβασιν τῶν ὑποσχέσεων
καί τῶν ἱερῶν συνθηκῶν τοῦ ἁγίου καί μεγάλου  σχήματος· εἶπα γάρ φυλάξαι καί οὐκ ἐφύλαξα· ὑπεσχόμην ποιῆσαι, καί οὐκ ἐποίησα· συνεταξάμην
ἐργάσασθαι, καί οὐκ εἰργασάμην· ὡμολόγησα, καί τήν  ὁμολογίαν ἀπηρνησάμην· ἠθέτησα τάς συνθῆκας· τάς ὑποσχέσεις παρέβην· ὤ πόσων ἀγαθῶν ἐξεβλήθην! ὤ  ποίας βασιλείας ἐξέπεσα! οἴμοι τῶ τάλανι, πέλω
(υπαρχω ετσι) καί κατεσπίλωμαι! οὐκ ἐφύλαξα γάρ τό μοναδικόν  επάγγελμα· οὐκ ἐπλήρωσα τάς ὑποσχέσεις· ἐκουσία μου βουλῆ προσῆλθόν σοι τῶ Κυρίω μου καί  συνεθέμην ἀποτάξασθαι τῶ κόσμω, καί παραμένειν ἐν  τῶ  μοναστηρίω καί τῆ ἀσκήσει, καί οὐ παρέμεινα· ἀπεταξάμην τῶ κόσμω, καί ἐν μέσω αυτοῦ διάγω τῶ
λογισμῶ· ὑπεσχόμην μέχρι θανάτου σώζειν τήν  ὑπακοήν, καί ἀεί παρακούω· ὡμολόγησα πᾶσαν  θλῖψιν ὑπομένειν τοῦ μονήρους βίου, καί οὐδεμίαν ὑπομένω στενοχωρίαν· ὑπεσχόμην κακοπαθεῖν διά τήν Βασιλείαν τῶν Οὐρανῶν, καί οὐ κακοπαθῶ· ἄγγελοι θεῖοι τότε παρίσταντο ἀπογραφόμενοι τάς  ὁμολογίας μου ἅς μέλλω ἀπαιτεῖσθαι ἐν τῶ φοβερῶ κριτηρίω, καί τί ποιήσω ὁ πανάθλιος! ἔμαθον τήν  τελειοτάτην ζωήν, καί τήν πολυαμάρτητον βαδίζω  ὁδόν· ὑπεσχόμην στερηθῆναι καί νεκρωθῆναι τῶ  κόσμω, καί οὔτε ἐστερήθην οὔτε ἐνεκρώθην ταῖς τοῦ  βίου ἡδοναῖς· ἀπεταξάμην συγγενείαις καί ἑταιρείαις συνήθεσι, καί ραθύμως τούτοις συνδιατρίβω τῶ  λογισμῶ· ἀπεταξάμην ταῖς βιωτικαῖς φροντίσι, καί  μέσον τούτων ἀναστρέφομαι· συνεταξάμην ἆραι τόν  σταυρόν καί ἀκολουθῆσαι, καί οὐκ ἠκολούθησα·  ὑπεσχόμην καταλιπεῖν τά τερπνά τοῦ κόσμου καί  ἀπολαυστικά, καί οὐδέ ἕν ἐξ αὐτῶν κατέλιπον·
ὡμολόγησα φυλάξαι σαρκός ἐγκράτειαν καί ψυχῆς  κάθαρσιν, καί ἀνεγκρατῶς καί ἀνευλαβῶς διάγω  πάντοτε· συνεθέμην πεινᾶσαι, διψῆσαι, γυμνητεῦσαι, ὑβρισθῆναι, χλευασθῆναι, καί ἰδού τρυφῶ· καί  σπαταλῶ· καί καλλωπίζομαι· καί ὑβρίζω· καί
κατακρίνω· καί λοιδορῶ· καί καταλαλῶ· καί μνησικακῶ· καί φθονῶ· καί ὀργίζομαι· καί θυμοῦμαι· καί ὑπονοιάζομαι· καί διαβάλλω· καί γαστριμαργῶ· καί ἡδυπαθῶ· καί καυχῶμαι· καί κενοδοξῶ· καί
ὑποκρίνομαι· καί ψεύδομαι· καί ἀναισχυντῶ· καί ἄλλος ὤν αὐτός, ἄλλως φαίνομαι τοῖς ἀνθρώποις· καί
πράξεσι, καί λόγοις καί προλήψεσι· καί διανοίας  κινήμασι, καί μετρίοις ἐπιτηδεύμασί τε καί σχήματι,
καί πεποιημέναις δαιμονιώδεσι ὑποκρίσεσιν, διά  πασῶν τῶν αἰσθήσεων ἐμαυτόν καταχραίνω· ὑπεσχόμην χαίρειν ἐν πᾶσι τοῖς πειρασμοῖς, καί
μικρόν πειρασμόν οὐχ ὑποφέρω, ἀλλά καί πειρασμούς  καί θλίψεις ἑτέροις πολλοῖς ἀναιτίοις αἴτιος γίνομαι·
ὑπεσχόμην τήν ἠκριβωμένην ζωήν, καί τήν  στενομένην βαδίζειν ὁδόν, καί ἰδού τήν πλατεῖαν καί  εὐρύχωρον ὁδεύω· ὑπεσχόμην κατορθῶσαι  ταπείνωσιν· εὐλάβειαν· ἀγάπην· φιλαδελφίαν·
σιωπήν· ἡσυχίαν· μελέτην τῶν θείων λογίων· τήρησιν καρδίας ἐκ ρυπαρῶν λογισμῶν· ἐργασίαν  τήν κατά δύναμιν· ἐγκράτειαν· ὑπομονήν· ἐξαγορείαν τῶν τῆς καρδίας κρυπτῶν λογισμῶν·
ταῦτα πάντα καθωμολόγησα, καί διεψευσάμην τῶν ὑποσχέσεων· ταῦτα συνεθέμην, καί οὐδέ ἕν ἐξ’ αὐτῶν
ἐξεπλήρωσα.
Κύριέ μου, Κύριε γλυκύτατέ μου Ἰησοῦ· ὁ  μακρόθυμος καί ἀνεξίκακος, καί ἀμεταμέλητος ἐν τοῖς  χαρίσμασί σου· ὁ ὁδηγήσας με πρός τήν ἀγγελικήν
διαγωγήν· καταξίωσόν με ἀπό τήν σήμερον  εἰλικρινῶς σοι λατρεῦσαι ἐν ἀγαθοῖς ἔργοις· πρός τό ποιῆσαι τινά καρπόν τῆς μοναδικῆς πολιτείας  ἐπάξιον· καί διατηρῆσαι τό μοναδικόν ἐπάγγελμα  ὁσίως καί τάς ἱεράς συνθῆκας ἀμώμους καί
ἀμολύντους· καί ἔνδυσόν με, τῶ μοναδικῶ μέν χιτῶνι, τήν σήν δικαιοσύνην· τήν σήν ἀήττητον χάριν· τῶ δέ  κουκουλίω, καθόπλισόν με τῆ ταπεινοφροσύνη· τῆ ἀκακία καί τῆ ἀπαθεία· τῶ δέ σταυροφόρω ἀναλάβω,
σταυροῦσθαι τῶ κόσμω καί ταῖς ἐπιθυμίαις τῆς  σαρκός· πᾶσαν ἔννοιαν ἀγαθήν ἀναλαβέσθαι, καί τά ἐναντία ἀποβαλέσθαι καί καθηλωθῆναι· καί πᾶσαν  θλῖψιν ὑποφέρειν μεγαλοψύχως, εὐχαρίστως και  ὑπομονητικῶς· τῆ δέ ζώνη, τήν νέκρωσιν τοῦ  σώματος περιφέρειν, καί δεδέσθαι τό θυμικόν, τό
ἐπιθυμητικόν καί τό λογιστικόν· καί ὑποτετάχθαι τά  πάθη τῶ ἀπαθεῖ καί εὐλαβεῖ λογισμῶ· τῶ δέ παλλίω (ρασο)
καί πρός οὐρανόν ἐκ τῶν γηΐνων ἐπαίρεσθαι· τά ἄνω σκοπεῖν· τά ἄνω φρονεῖν, καί τοῖς ἀσωμάτοις  συναμιλλᾶσθαι· τοῖς δέ σανδαλίοις, καταπατεῖν τήν
τοῦ δράκοντος κεφαλήν, καί τήν στενήν καί  τεθλιμμένην ὁδεύειν ὁδόν, μέχρι τῆς ἐσχάτης μου  ἡμέρας, ὥρας καἰ ἀναπνοῆς· ὅπως ἀγγέλοις ἀγαθοῖς
τήν ψυχήν μου ἀναθῶ· καί τῶν τελωνίων τοῦ ἀέρος  ἐλευθερωθῶ· καί τῆς συγχωρήσεως τῶν  ἁμαρτημάτων καταξιωθῶ· καί τοῖς ἀπ’ αἰῶνος ἁγίοις
συναριθμηθῶ· ἐπιτύχω τῶν αἰωνίων ἀγαθῶν. 
Εσπλαχνοτάτη τοῦ γλυκυτάτου μου Ἰησοῦ  Μῆτερ, ἐγγυήτρια καί ἀκαταίσχυντέ μου ἐλπίς, πρέσβευε ὑπέρ ἐμοῦ τοῦ ἀθλίου, ἵνα εἰσακούση μου
τῆς πενιχρᾶς δεήσεως ὁ Υἱός καί Θεός σου.
Παμμέγιστε ταξιάρχα Μιχαήλ, ἐγγυητά μου καί ρύστα, πρέσβευε ὑπέρ ἐμοῦ.
Πάντες ἅγιοι ἄγγελοι, πρεσβεύσατε ὑπέρ ἐμοῦ· θεοκήρυκες ἔνδοξοι Ἀπόστολοι, πρεσβεύσατε ὑπέρ  ἐμοῦ· ἁγιώτατοι πατέρες μου, ἱεράρχαι καί ἐγγυηταί
μου, 
Βασίλειε, Γρηγόριε, Ἰωάννη Χρυσόστομε καί  Νικόλαε θαυματουργέ, καί πάντες ἱεράρχαι καί  ἱερομάρτυρες, πρεσβεύσατε ὑπέρ ἐμοῦ· ἅγιοι μάρτυρες
καί ὁμολογηταί πρεσβεύσατε ὑπέρ ἐμοῦ· 
Οσιοι  θεοφόροι πατέρες μου, Ἀντώνιε, Εὐθύμιε, Σάββα, Θεοδόσιε, Ὀνούφριε, Βαρλαάμ, Ἰωάσαφ, Άθανάσιε,Πέτρε καί Εὐθύμιε καί πάντες οἱ ὅσιοι, πρεσβεύσατε  ὑπέρ ἐμοῦ· πάντες οἱ ἅγιοι οἱ  ἀπ’ αἰῶνος   πολυτρόπως  
εὐαρεστήσαντες τῶ Κυρίω μου, πρεσβεύσατε ὑπέρ  ἐμοῦ τοῦ ἀναπολογήτου καί ἁμαρτωλοῦ ὑπέρ παντός  τούς ἀπ’ αἰῶνας ἁμαρτωλούς· ὧν τάς ἱκεσίας καί  παρακλήσεις εἰσάκουσον καί πρόσδεξαί με, Κύριέ μου, Κύριε γλυκύτατέ μου Ἰησοῦ, συγχώρησόν μοι εἴ τι σοι  ἥμαρτον ἀπό γεννήσεώς μου καί μέχρι τῆς νῦν ἡμέρας
καί ὥρας· λόγω· ἔργω· γνώσει· ἀγνοία· κατά νοῦν  καί διάνοιαν καί πάση μου τῆ αἰσθήσει· έλέησον καί  συγχώρησον καί τούς πατέρας καί ἀδελφούς μου καί
πάντας τούς πανταχόθεν μοναχούς καί ἱερεῖς, καί ἐμούς γονεῖς τε καί προσφιλεῖς· τούς διακονοῦντας
ἡμῖν καί διακονήσαντας· 
τούς εὐχομένους ἡμῖν καί
ἐντειλαμένους ἡμῖν εὔχεσθαι ὑπέρ αὐτῶν· τούς  ἀγαπῶντας καί μισοῦντας ἡμᾶς· οὕς ἔβλαψα ἤ  ἐλύπησα ἤ κατηρασάμην, καί τούς τά ἴδιά μοι
ποιοῦντας ἤ ποιήσοντας· καί χάρισαι ἡμῖν τά  συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καί ἐν τῶ νῦν αἰῶνι  καί ἐν τῶ μέλλοντι, ὡς εὐδοκεῖ ἡ φιλανθρωπία σου·
καί ἀνάπαυσον τούς ἀπελθόντας πατέρας καί  ἀδελφούς ἡμῶν· καί δι’ εὐχῶν πάντων, οἰκτείρησόν
μου τήν ἀθλιότητα, καί ποίησόν με οἷον θέλεις, κἄν  θέλω, κἄν μή θέλω· καί καταξίωσόν με ἀνενόχως καί
ἀκατακρίτως μεταλαμβάνειν τῶν ἀχράντων καί  ζωοποιῶν μυστηρίων σου· καί μή εἰς κρῖμα ἤ εἰς
κατάκρισιν γένοιντό μοι, ἀναξίως τούτοις
προσερχομένω· ἀλλ’ εἰς ἴασιν ψυχῆς καί σώματος· εἰς  ἀπαλλαγήν τῶν αἰωνίων κολάσεων· καί εἰς  ἀρραβῶνα τῆς μελλούσης ἀτελευτήτου ζωῆς· ἐν ἧ
σύνταξόν με μετά πάντων τῶν σοί ἀπ’ αἰῶνος  εὐαρεστησάντων, Κύριέ μου, 
Κύριε γλυκύτατέ μου Ἰησοῦ· ὅτι πρέπει σοι ἡ δόξα καί τό κράτος· ἡ τιμή καί
ἡ τῶν πάντων προσκύνησις, σύν τῶ ἀνάρχω σου Πατρί καί τῶ παναγίω Πνεύματι, νῦν καί εἰς τούς
ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἱερά Καλύβη Ἁγίου Βασιλείου - Ὁσίου Θεοφίλου του Μυροβλύτου

Καψάλα, 63086 Καρυές, Τ.Θ. 55, Ἅγιον Ὄρος, Τηλ. 2377770917

ΦΩΣ Ο ΠΑΤΗΡ,ΦΩΣ Ο ΛΟΓΟΣ,ΦΩΣ ΚΑΙ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ

ΦΩΣ Ο ΠΑΤΗΡ,ΦΩΣ Ο ΛΟΓΟΣ,ΦΩΣ ΚΑΙ ΤΟ ΑΓΙΟΝ  ΠΝΕΥΜΑ

προσευχη.....

προσευχη.....